Ancient Greek
Page 48
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 48
Not analysed yet
καὶ ἀκάθαρτον, οὕτω χωρισθέντος τοῦ φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης καὶ ἀκάθαρτος. κατ' ἐναντίωσιν δὲ πράξας ὁ κύριος οὐδὲν οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ δείκνυται· οὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον, ὅτε τοὺς ἐν τῇ ἐρωτήσει ἤγειρε νεκρούς· ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς. διὸ οὐκ ἐμιάνθη ἁψάμενος τοῦ νεκροῦ. κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαντικὰ ἀνθρώπων, τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά. τὸ δὲ ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον. ΛΘʹ. Ἐρώτησις. Εἰ πεπλήρωτο ὁ οἶκος ἔνθα ὁ κύριος ἦν, ὁπηνίκα ὁ παράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγκάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι' αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι ὄχλοι οὐκ ἐπλήγησαν, τῆς ὀροφῆς λυομένης; Ἀπόκρισις. Αἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀποστεγοῦσθαι πάντως ὑπεχώρησαν· οὐ γὰρ οὕτως ἦσαν ἀνόητοι οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ ὑποχωρεῖν, ἵνα μὴ πλήσσωνται· οὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑποχάλασιν τοῦ παραλύτου. Μʹ. Ἐρώτησις. Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύλαξ, καθὼς ἡ θεία διδάσκει γραφή, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοιπῶν συμφορῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τούτων ἄγγελοι αὐξήσεως καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι, ποίαν τότε