Ancient Greek
Page 49
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 49
Not analysed yet
λειτουργίαν ἐπλήρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουργίαν ἐξ ἀρχῆς εἰληφότος; Ἀπόκρισις. Οἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρχόμενοι, ἀεὶ λειτουργίαν ἐκπληροῦσι χρειώδη τοῖς ἀνθρώποις καὶ τοῖς διὰ τὸν ἄνθρωπον· οἱ δὲ λειτουργίαν εἰληφότες τὸ παρέπεσθαι τοῖς ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε· ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι, ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς, ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτήσεως· πρὶν ἢ δὲ ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς οἰκείοις ἄρχουσιν. ΜΑʹ. Ἐρώτησις. Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμπουσι, διατί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπαοιδαῖς τισι παρασκευάζουσιν ἔνθα βούλονται χαλάζας καὶ ἀμέτρους ὑετοὺς ἀκοντίζειν; Ἀπόκρισις. Τοῦτο ἐπειδὴ κατὰ τὰς γραφὰς ἀμάρτυρον. διὰ τοῦτο καὶ ἄπιστον· καὶ γὰρ αὐτὸς ὁ ταύτην περὶ τούτου ἐρωτήσας τὴν ἐρώτησιν, οὐκ ἀφ' ὧν ἐθεάσω γιγνομένων τὴν ἐρώτησιν πεποίηκας, ἀλλ' ἀφ' ὧν ἤκουσας. ΜΒʹ. Ἐρώτησις. Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγει "ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν"; Ἀπόκρισις. Οὐκ εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀποθανεῖν. καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τῇ φύσει τόν τε Ἐνὼχ καὶ τὸν Ἠλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ "γῆ εἶ καὶ εἰς γῆς ἀπελεύσῃ" γενομένους ἀνωτέρω. ἀληθὲς οὖν τὸ θνητὴν τὴν φύσιν πεποιηκέναι τὸν θεὸν καὶ τὸν θάνατον