Ancient Greek
Page 54
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 54
Not analysed yet
σκειαν κοινῶς ἀπέχονται καθαρῶν τε καὶ ἀκαθάρτων, καίτοι εἰδότες "ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον". ἀλλ' ὅμως τὴν ἐπὶ τῇ κατορθώσει τῆς ἐγκρατείας εὐχαριστίαν μείζονα τῆς ἐπὶ τῇ μεταλήψει βρωμάτων εὐχαριστίας τίθενται. διὰ ταῦτα οὖν οὐδέν ἐστι κοινὸν *νόμου καὶ χάριτος ἀνὰ μέρος, ἀλλὰ χάριτος μόνης τὸ πᾶν ὑπάρχει, τῆς τε μετοχῆς καὶ τῆς ἀποχῆς τῶν μεταλαμβανόντων κατὰ τὸν εἰρημένον τρόπον. ΜΗʹ. Ἐρώτησις. Εἰ τὸ σκεῦος, ὅπερ ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ τεθέαται, εἶχε τὰ καθαρὰ καὶ ἀκάθαρτα πετεινὰ καὶ τετράποδα, καθὼς ἡμῖν ἡ γραφὴ παραδίδωσιν—ἡ γὰρ τοῦ "πάντα" φωνὴ περιληπτικὴ ἀμφοτέρων τῶν προλεχθέντων καθέστηκεν—, εἶτα θῦσαι καὶ φαγεῖν ὁ αὐτὸς ἀπόστολος ἀπροσδιορίστως κελευόμενος παρῃτήσατο, "μηδαμῶς κύριε" λέγων, "ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον ἔφαγον", πῶς διὰ τῶν αὐτῶν ῥημάτων οὐ δείκνυται πάντα μὲν ἀπαγορεύσας τὰ ἄλογα ὡς ἀκάθαρτα, μεμφόμενος δὲ τὸν *τὴν βρῶσιν αὐτῶν *τὴν ἐξ αὐτῶν ἐπιτρέψαντι, ὡς ἀκαθάρτου ἐδωδῆς κελεύσαντι ἀπογεύσασθαι; Ἀπόκρισις. Ἀπὸ τῆς τοῦ Πέτρου ἀποκρίσεως μανθάνομεν τίνα ἦν τὰ ἐνόντα ἐν τῇ σινδόνι, τουτέστι τὰ ἀκάθαρτα μόνα, καὶ οὐκ ἐξ ἀνάγκης ἡ τοῦ "πάντα" φωνὴ περιέχει καὶ τὰ καθαρά· δυνατὸν γὰρ [τῷ] "πάντα τὰ τετράποδα καὶ τὰ πετεινὰ τῆς γῆς" λέγεσθαι καὶ τὰ ἀκάθαρτα. τὸ δὲ "οὐδαμῶς κύριε, ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον ἔφαγον" πρὸς τὴν θέαν πάντων τῶν ἐπὶ τῇ σινδόνι δειχθέντων αὐτῷ ἀπεκρίνατο καὶ οὔ τινων. τὸ οὖν σκεῦος, ἐν ᾧ ἦν "πάντα τὰ πετεινὰ καὶ τὰ τετράποδα τῆς γῆς",