Ancient Greek
Page 55
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 55
Not analysed yet
κατὰ παράληψιν εἴρηται τοῦ ἀκαθάρτου, ἀντὶ τοῦ "ἐν ᾧ ἦν πάντα τὰ ἀκάθαρτα πετεινά τε καὶ τετράποδα τῆς γῆς". καὶ ὥσπερ ὅταν λέγῃ ἡ γραφή, ὅτι "παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν", ἡ τοῦ "παντὸς" φωνὴ οὐ περιέχει πιστόν τε καὶ ἄπιστον ἄνδρα, ἀλλὰ πιστὸν μόνον—ὁ γὰρ πιστὸς ἀνήρ ἐστι σῶμα τοῦ Χριστοῦ καὶ ὁ Χριστὸς τοῦ πιστοῦ ἀνδρὸς λέγεται κεφαλή—, οὕτως οὐδὲ ἡ τοῦ "πάντα" φωνὴ περιεκτική ἐστι καθαρῶν τε καὶ ἀκαθάρτων, ἀλλὰ τῶν ἀκαθάρτων μόνον, δι' ὧν προεμηνύθη τῷ Πέτρῳ ἡ πρόσληψις τῶν ἀκαθάρτων ἐθνῶν, ὧν τῇ πίστει τοῦ Χριστοῦ ἐκαθάρισεν ὁ θεὸς τὰς καρδίας. ΜΘʹ. Ἐρώτησις. Εἰ τὸ θεῖον τροπῆς ἀνεπίδεκτον, διατί περὶ τῆς χρίσεως τοῦ Σαοὺλ λέγει μεταμεμελῆσθαι καὶ περὶ τῆς καταστροφῆς τῆς Νινευὴ ὅτι μετενόησεν; Ἀπόκρισις. Ὁ δεσπότης Χριστὸς καὶ κατὰ τὸ ὑπάρχειν καὶ κατὰ τὸ πράττειν τὰς πρεπούσας αὐτῷ πράξεις ἄτρεπτός ἐστι· προνοῶν δὲ τῶν τρεπομένων πρὸς τὸ λυσιτελὲς τοῖς ὑπ' αὐτοῦ προνοουμένοις τρέπει τὰ πράγματα. διὸ καὶ πρὸς τὸ συγγινώσκειν καὶ πρὸς τὸ μὴ συγγινώσκειν ἀτρέπτως ἔχει. συγγινώσκει ἄρα τρεπτῶς τοῖς διορθοῦσι τὰ ἑαυτῶν πταίσματα, τοῖς δὲ ἀδιορθώτως ἔχουσι πρὸς τὰ κακά, ἀτρέπτως οὐ συγγινώσκει. τὸ οὖν "μεταμεμέλημαι" τὸ ἄτρεπτον αὐτοῦ ἐμφαίνει, τὸ μὴ κατὰ τὸ συγγινώσκειν· ἄτρεπτος γάρ ἐστιν ὁ θεός. τὸ δὲ "μετενόησεν ὁ κύριος" τὸ αὐτὸ δηλοῖ, τὸ μὴ κατὰ τὸ συγγινώσκειν· ἄτρεπτος γὰρ ἔστιν ὁ θεὸς καὶ ἀεὶ ἐν τοῖς αὐτῷ πρέπουσι ποιεῖν διαμένει· τροπὴν γὰρ εἰς τὸ ποιεῖν τὰ μὴ πρέποντα αὐτῷ οὐ δέχεταί ποτε.