Ancient Greek
Page 58
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 58
Not analysed yet
Ἀπόκρισις. Ἀδύνατον τὸν [δαίμονα] τοῖς δαιμονιῶσι ποιῆσαι τῇ ἀπουσίᾳ ἅπερ ποιεῖ τῇ παρουσίᾳ· οὐ γὰρ βουλήσει μόνον ἐνεργοῦσιν [οἱ δαίμονες], ἀλλὰ καὶ παρουσίᾳ. διὸ μὴ παρόντος τοῦ δαίμονος, οὐδὲ τὰ ἴχνη αὐτοῦ πάρεστιν. ἡ γὰρ ἀπελαύνουσα αὐτὸν ἀόρατος δύναμις φόβον αὐτῷ ἐντίθησι τοῦ μηκέτι πλησιάζειν τῷ θεραπευομένῳ. ΝΔʹ. Ἐρώτησις. Εἰ μόνου θεοῦ ἐστιν ἰσχὺν καὶ ζωὴν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες, ἐνισχύοντες τῶν δαιμονιώντων τὰ σώματα, ὥστε δεσμὰ καὶ ἁλύσεις συντρίβειν; "ἐδεσμεῖτο γάρ", φησίν, "ἁλύσεσι καὶ πέδαις καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον". Ἀπόκρισις. Οὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαρρήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, ἀλλ' αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέρρησσε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τὰ τοῦ δαίμονος ἔργα. ΝΕʹ. Ἐρώτησις. Εἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, διατί παρακουσθέντων τῶν χρησμῶν τοῖς Ἕλλησι τιμωρίας ἐπήγαγον, καὶ θεραπευθέντων τῶν εἰδώλων ταύτας ἀνέσχον καὶ ἀγαθὰ αὐτοῖς ἀντὶ τούτων παρέσχον; πόθεν οὖν αὐτοῖς δύναμις εἰς τὴν ἑκατέρου ἐνέργειαν; Ἀπόκρισις. Ἔθος ἦν τοῖς δαίμοσι πρὸς πλάνην ἀνθρώπων προσάπτειν ἑαυτοῖς, ὥσπερ τοῦ θεοῦ τὸ ὄνομα, οὕτω καὶ τὰ ἔργα. ὅτι δὲ οὐκ ἔστι τοῖς δαίμοσιν ἰσχὺς ἀμυντικὴ τῶν ἀνη-