Ancient Greek
Page 59
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 59
Not analysed yet
κόων, δείκνυται ἐκ τῆς καταλύσεως, ἣν ὑπέμεινεν ὁ ἑλληνισμὸς ὑπὸ τοῦ χριστιανισμοῦ· φανερῶς γὰρ ὤφθη ὁ ἑλληνισμὸς οὐχ ἑτέρᾳ δυνάμει κατὰ τοῦ χριστιανισμοῦ χρησάμενος, πλὴν τῇ διὰ χειρὸς ἀνθρώπων καὶ ξιφῶν· εἰ γὰρ εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως, ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρωπίνῃ δυνάμει ἐχρήσατο, σῴζειν ἐν αὐτῇ μάτην προσδοκήσας καὶ ἑαυτὸν καὶ τοὺς θεοὺς αὑτοῦ ἐκ τῆς καταλύσεως· ὅπερ ἐστὶ μέγιστος ἔλεγχος τῆς τῶν δαιμόνων καταλύσεως καὶ ἀσθενείας καὶ τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν. τιμωρητικὰ τῶν ἐναντίων καὶ εὐεργετικὰ τῶν ὑπηκόων. ἔτι δέ, εἰ πᾶσα θεραπεία ζώντων ἐστὶ καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ "θεραπευθέντων δὲ τῶν δαιμόνων ἀνέσχον τὰς τιμωρίας", τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ' ὥσπερ πρὸς τὰς θεραπείας, οὕτω καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθήτως ἐχόντων; Νϛʹ. Ἐρώτησις. Εἰ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ λέγει ὅτι "δύο δύο" καὶ "ἑπτὰ ἑπτὰ" ἐν τῇ κιβωτῷ εἰσηνέχθησαν ἄλογα, πῶς οὐ δʹ καὶ ιδʹ ἐκ τῶν ἀκαθάρτων καὶ καθαρῶν εἰσηνέχθη; τινὲς γὰρ εἰρήκασι τοῦτο, τινὲς δὲ ὅτι δύο καὶ ἑπτὰ μόνον. τίς οὖν ἐκ τῶν δύο ἀληθέστερον εἶπεν; Ἀπόκρισις. Ἀληθέστερον εἶπεν ὁ εἰπὼν δʹ καὶ ιδʹ τοῦ εἰπόντος δύο καὶ ἑπτά· τὸ γὰρ "δύο δύο" εἶπεν ἀντὶ τοῦ δύο ἄρρενα καὶ δύο θήλεα, καὶ "ἑπτὰ ἑπτὰ" ἀντὶ τοῦ ἑπτὰ ἄρρενα καὶ ἑπτὰ θήλεα, καθαρὰ μὲν τὰ ἑπτὰ ἑπτά, ἀκάθαρτα δὲ τὰ δύο δύο. ΝΖʹ. Ἐρώτησις. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ζῴων ὀπτασίαν