Ancient Greek
Page 62
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 62
Not analysed yet
στάγματος τιμώμενον, οὕτω καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος, ἦν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις. δείκνυσιν οὖν τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προηγουμένως μὲν μηνύων δι' αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ πανδημικὴν ἀνάστασιν τῶν νεκρῶν, ἔπειτα δὲ πρὸς τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν, ἀπογνόντων ἑαυτοὺς τοῦ δύνασθαι ἔτι ἐλευθεροῦσθαι τῆς τῶν βαβυλωνίων δουλείας· καθάπερ γὰρ νεκρὰ σώματα ἐν τοῖς μνημείοις κείμενα ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλογίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου. δηλοῖ δὲ τοῦτο ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· "καὶ ἐλάλησε κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν· ἀπώλετο ἡ ἐλπὶς ἡμῶν" καὶ τὰ ἑξῆς. ΝΘʹ. Ἐρώτησις. Εἰ καλὰ τὰ τοῦ βίου πάντα, διατί οἱ τούτων ἀπεχόμενοι ἐν γραφαῖς ἐπαινοῦνται καὶ οἱ ἀντεχόμενοι αὐτῶν διαβάλλονται; εἰ δὲ φαῦλα τυγχάνει, διατί τὰ φαῦλα τῇ ἡμετέρᾳ ζωῇ συμπαρέζευκται, καὶ ταῦτα ἀγαθοῦ τοῦ δημιουργοῦ τυγχάνοντος Ἀπόκρισις. Οὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου καλῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκάτερον πρέποντι λόγῳ γινόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχεσθαι αὐτῶν ἐστιν ἐπαινετόν. ἐναντίως δὲ γινόμενον, ἀμφότερά ἐστι ψεκτά. ὅτι δὲ οὐδὲν φαῦλον κατ' οὐσίαν συμπαρέζευκται τῇ ἡμετέρᾳ ζωῇ, δηλοῖ ἡ θεία γραφὴ τῶν δημιουργημάτων ἐπαινοῦσα τὴν γένεσιν, λέγουσα "καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν". παρατρεψάντων δὲ ἡμῶν ἑκουσίως τὰ καλά, τὰ φαῦλα ὑφίσταται· οὐκ ἔστι γὰρ φαῦλον ἐν τῷ βίῳ, τῶν ἐν αὐτῷ