Ancient Greek
Page 63
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 63
Not analysed yet
καλῶν ἀτρέπτων μενόντων, ὥστε μηδὲν εἶναι φαῦλον παρὰ τὴν παρατροπὴν τοῦ καλοῦ. οὐδὲν οὖν συμπαρέζευκται φαῦλον τῇ ἡμετέρᾳ ζωῇ· τὰ γὰρ φαῦλα χρήσει ἀλόγῳ ἐστὶ φαῦλα καὶ οὐ φύσει, προαιρετὸν δὲ καὶ τὸ χρῆσθαι καὶ τὸ μὴ κεχρῆσθαι ἢ καλῶς ἢ φαύλως. Ξʹ. Ἐρώτησις. Εἰ ἐν τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις. διατί Μωυσῆς μὲν οὐρανὸν καὶ γῆν τῷ λαῷ διαμαρτύρεται, Ἡσαΐας δὲ κατηγορῶν τοῦ λαοῦ τούτοις ἀκούειν ἐγκελεύεται; Ἀπόκρισις. Τὰ λεγόμενα πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρὸς τοὺς ἐν αὐτοῖς λέγεται λογικούς, ὡς τὰ λεγόμενα πρὸς τὴν πόλιν πρὸς τοὺς πολίτας λέγεται, ὡς τὸ "Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν". οὐ γὰρ ἡ πόλις ἀπέκτεινε καὶ ἐλιθοβόλησεν, ἀλλ' οἱ πολῖται. ΞΑʹ. Ἐρώτησις. Διατί ὁ κύριος ἔλεγε, πρὸς τὴν Μαρίαν μετὰ τὴν ἔγερσιν "μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα"; εἰ μὲν οὖν πρὸ τῆς ἀναλήψεως οὐδενὶ ἐξῆν αὐτοῦ ἅπτεσθαι, πῶς μετὰ μικρὸν τοῖς μαθηταῖς καὶ τῷ Θωμᾷ ποιεῖν ἐπέτρεπε τοῦτο; εἰ δὲ ἐξῆν, πῶς ὃ ἔμελλε μετὰ μικρὸν τοῖς πολλοῖς ἐπιτρέπειν, ἀπηγόρευσε πρὸ μικροῦ ἐπὶ ταύτης; Ἀπόκρισις. Τὸ "μή μου ἅπτου" εἴρηται πρὸς τὴν Μαρίαν ὑπὸ τοῦ σωτῆρος, κατὰ τὴν ἔννοιαν τοῦ "μή μοι ἀκολούθει, ὥστε διὰ παντὸς συνεῖναί μοι κατὰ τὴν πρὸ τοῦ σταυροῦ μου διαγωγήν"· ἐβούλετο γὰρ κατὰ μικρὸν ἀπεθίζειν τοὺς μαθητὰς τῆς τοῦ σώματος αὐτοῦ θέας καὶ παρουσίας. διὸ οὔτε διὰ παντὸς ὡρᾶτο τοῖς μαθηταῖς ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἐν αἷς διέτριβεν ἐπὶ τῆς γῆς μετὰ τὴν ἀνάστασιν, οὔτε πάντῃ ἀθέατον αὐ-