Ancient Greek
Page 67
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 67
Not analysed yet
τοῦ διὰ τῶν τοιούτων μορίων εἰληφέναι τοὺς ἀνθρώπους τὴν γέννησίν τε καὶ αὔξησιν καὶ τὴν διαμονήν ἐστι χρήσιμα· εἰσαγόμεθα γὰρ δι' αὐτῶν εἰς ἔννοιαν τῆς τοῦ θεοῦ σοφίας τῆς ταῦτα μηχάνημα κατὰ τοῦ θανάτου ταξαμένης φυλακτικὰ τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων. ΞΖʹ. Ἐρώτησις. Εἰ τὴν παράβασιν καὶ τὴν μέλλουσαν δι' αὐτῆς ἐπάγεσθαι τῷ λαῷ τιμωρίαν ὁ Μωσῆς προεφήτευσε, διατί μετ' ᾠδῆς αὐτὰ ἔλεγε, χαύνωσιν μᾶλλον ἤπερ ὠφέλειαν εἰδότος τῶν ᾀσμάτων τοῖς ἀνθρώποις ἐνεργάζεσθαι; Ἀπόκρισις. Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγήματα ἁρμοδίως καὶ οἱ ῥυθμοὶ τῶν μελῶν ἐγένοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέπουσαν τοῖς ᾀδομένοις αἴσθησιν· ἢ γὰρ γοερὼς ἢ θρηνῳδῶς ἢ κατανυκτικῶς ἢ τρόποις ἑτέροις ᾔδοντο, ἐξοριστικοῖς χαυνώσεως ἐκ τῆς διανοίας τῶν ᾀδόντων. ΞΗʹ. Ἐρώτησις. Εἰ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν ἡ ἰατρικὴ τοῖς ἀνθρώποις, ὡς τὰ πράγματα δείκνυσι, τίνος ἕνεκεν μὴ ὑπὸ εὐσεβῶν ἀλλ' ὑπὸ τῶν ἐναντίων ἡ τοῦ τοιούτου ἀγαθοῦ γεγένηται εὕρεσις; Ἀπόκρισις. Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων καὶ ὑπὸ Σολομῶντος τοῦ βασιλέως, ὧν οὐδεὶς τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν· ἰατρικὴν δὲ ἀληθινὴν ἡγοῦντο οἱ εὐσεβεῖς τὴν τὰς ψυχὰς ἰατρεύουσαν, ὡς τῇ τεθεραπευμένῃ ψυχῇ ἕπεται τοῦ σώματος ἡ σω-