Ancient Greek
Page 68
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 68
Not analysed yet
τηρία· ὁ γὰρ φροντίζων τῆς σωτηρίας ὡς δεῖ, τῆς ἐκ τῶν ὑλικῶν οὐ δεῖται βοηθείας, ὑπήκοον ἔχων ἀεὶ τὴν θείαν χάριν εἰς παροχὴν σώματός τε καὶ ψυχῆς ἀγαθῶν· ἀψευδὴς γὰρ ὁ λόγος ὁ τοῦ σωτῆρος, ὁ λέγων "ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν". ΞΘʹ. Ἐρώτησις. Εἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ ψόγον ἐξ ἔργων οὐκ ἔχουσι, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν ὑπὸ ἄλλων μὲν βαπτισθέντων καὶ μηδὲν πραξάντων καὶ τῶν μὴ βαπτισθέντων καὶ ὁμοίως μηδὲν πραξάντων; Ἀπόκρισις. Αὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι. Οʹ. Ἐρώτησις. Εἰ δύο ἡμῖν ὁ Μωσῆς οὐρανῶν ἐξέθετο τὴν γένεσιν, πῶς πλειόνων διδάσκει ἡμᾶς ἡ γραφὴ ὕπαρξιν, ποτὲ μὲν λέγουσα "οἱ οὐρανοὶ τῶν οὐρανῶν", ποτὲ δὲ "ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ" καὶ "θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους" καὶ "ἡρπάγη ἕως τρίτου οὐρανοῦ", καὶ οὐκ εἶπεν ἕως τρίτου μέρους τοῦ οὐρανοῦ, ἀλλὰ ἀπολύτως "ἕως τρίτου οὐρανοῦ"; καὶ πολλὰ δὲ τούτοις εὑρήσει τις ἐν τῇ γραφῇ παραπλήσια. πῶς οὖν τὰ ἐναντία ἀλλήλοις ἀμφότερα δυνατὸν ἀληθεύειν; Ἀπόκρισις. Ὁ Μωσῆς μὲν ἡμῖν τοὺς οὐρανοὺς ἀριθμῶν οὐ παρέδωκεν οὔτε ἕνα οὔτε δύο οὔτε πλείονας· εἴωθεν δὲ ἡ γραφὴ τὰ διαστήματα τῶν διαστημάτων ἐν τῷ ἀέρι ὑπερκείμενα