Ancient Greek
Page 70
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 70
Not analysed yet
σφαῖρα ὁ οὐρανὸς ἀποδείκνυται; ὁ γὰρ ἀπὸ φιλοσόφων ὅσιος ἀνὴρ εἶπεν ὅτι, "ὥσπερ σικύα σώματι, οὕτως ὁ οὐρανὸς ἐπίκειται τῇ γῇ, καὶ ὃ μὲν διὰ τὸ κοῦφον ἀνωφερής, ἣ δὲ διὰ τὸ βαρύ ἐστι κατωφερής· διὸ τῇ ἀνθολκῇ ὑπ' ἀλλήλων συνέχονται". εἰ δὲ τοῦτο ἀληθές, ὅλου τοῦ οὐρανίου κύκλου εἰς τὴν γῆν ἐρηρεισμένου, ἔνδον ἀνάγκη ὑπάρχειν τοὺς φωστῆρας καὶ φαίνειν ἀεί. πῶς οὖν ἀποκρύπτονται; Ἀπόκρισις. Εἰ ὁμολογουμένως πολλά ἐστιν ἕτερα τὰ ἐν τῷ αὐτῷ καὶ ἴσῳ ἐπιπέδῳ ὄντα καὶ διὰ τὸ μῆκος τοῦ διαστήματος κεκρυμμένα ὄντα τῆς ὄψεως, οἷον τὰ πλοῖα τὰ ἐν τῇ θαλάσσῃ ὑπ' ἀλλήλων μὴ ὁρώμενα, τοῦ πλάτους τῇ τῶν ὑδάτων ἐπιφανείᾳ περιορίζοντος τὴν ὄψιν περαιτέρω μὴ ἀνατείνεσθαι τοῦ ὁρίζοντος, τί θαυμαστόν, εἰ καὶ ἐπὶ τῶν φωστήρων γίνεται ἡ ἐπίκρυψις διὰ τὴν αὐτὴν αἰτίαν; τὸ δὲ διὰ τὴν ἀνθολκὴν οὐρανοῦ καὶ γῆς ἵστασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπὶ μὲν τοῦ πρώτου οὐρανοῦ καὶ τῆς γῆς ἔνεστι τοῦτο εἰκάσαι διὰ τὸ ἅμα γεγενῆσθαι αὐτά, ἐπὶ δὲ τοῦ στερεώματος καὶ τῆς γῆς οὐκέτι· ἵστατο γὰρ ἡ γῆ πρὸ τοῦ στερεώματος, τὴν ἅπασαν βαστάζουσα ὑγρὰν οὐσίαν, χωρὶς ἀνθολκῆς τοῦ στερεώματος· ὕστερον γὰρ τῆς γῆς γέγονε τὸ στερέωμα. ΟΓʹ. Ἐρώτησις. Εἰ διὰ τὸ καθ' Ἕλληνας σφαῖραν ὄντα καὶ κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ ὡς καμάραν πεπῆχθαι ἢ ὡς δέρριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν; ὥσπερ γὰρ τὸ κινούμενον, οὕτω καὶ τὸ πηγνύμενον ἐν τόπῳ ἀνάγκη νομίζεσθαι. εἰ δὲ τοῦτο, πῶς τὴν ἐπὶ τῇ περιγραφῇ τοῦ οὐρανοῦ παρ' ἀλλήλων κατάγνωσιν δικαίαν οὐχ