Ancient Greek
Page 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 80
Not analysed yet
κατ' οὐσίαν δύναται γενέσθαι ἄκτιστον, τουτέστι θεός, ἔοικε δὲ αὕτη ἡ ἐρώτησις τῷ λέγοντι λόγῳ "καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώτερος τῶν ποδῶν". ἀλλ' εἰ ἄφθονός ἐστιν ὁ θεός, διατί οὐκ ἐποίησε τοὺς πόδας ὀφθαλμούς; συνάγει γὰρ καὶ ὁ λόγος οὗτος τὴν αὐτὴν ἄλογον ἀτοπίαν, τὸ ἢ διὰ φθόνον ἢ δι' ἀδυναμίαν μὴ πεποιηκέναι τὸν θεὸν τοὺς πόδας ὀφθαλμούς. ΠΕʹ. Ἐρώτησις. Εἰ τότε καλὸν φαίνεται τὸ καλόν, ὅτε συγκρίνεται τῷ κακῷ, καλὸν δὲ ὁ κόσμος, δῆλον ὅτι κακὸν ὁ μὴ κόσμος, τουτέστι τὸ πρὸ κόσμου. καὶ εἰ μὲν ἀμφότερα ἐκ θεοῦ, τουτέστι τὸ πρὸ κόσμου καὶ ὁ κόσμος, πῶς οὐχ ἑκάτερα ἐξ αὐτοῦ, τουτέστι τὸ καλὸν καὶ τὸ φαῦλον; εἰ δὲ θάτερον μὲν ἐξ αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξ αὐτοῦ, πῶς οὐκ ἔστιν αὐτόματον καὶ μὴ ὑπ' αὐτὸν τὸ μὴ ἐξ αὐτοῦ; πῶς δὲ ἀληθεύει ὁ λέγων, "ὅτι ἐξ αὐτοῦ τὰ πάντα"; ἐν γὰρ τοῖς πᾶσι καὶ τὰ πρώην οὐκ ὄντα καὶ νῦν ὄντα περιέχεται. Ἀπόκρισις. Τὸ κακὸν οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ἐκτροπὴν τοῦ καλοῦ. διὸ ὕστερον τοῦ καλοῦ τὸ κακόν· ἐκτροπὴ γάρ ἐστι τοῦ καλοῦ· ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὐκ ἐκ τῆς συγκρίσεως τοῦ καλοῦ τὸ κακὸν φαίνεται κακόν, ἀλλ' ἐκ τῆς οἰκείας φύσεως. τὸ δὲ πρὸ τοῦ κόσμου μὴ ὄν, πάντῃ οὐκ ὂν ἦν· καὶ τὸ πάντῃ μὴ ὄν, οὔτε καλόν ἐστιν οὔτε κακόν. διὸ τῷ οὕτω μὴ ὄντι οὐδὲν συγκρίνεται. ἔτι δὲ τὸ πάντῃ μὴ ὂν οὔτε ἐκ θεοῦ οὔτε ἐξ ἄλλου οὔτε αὐτόματόν ἐστι. πρὸ τοῦ κόσμου οὖν οὐδὲν ἕτερον ἦν, πλὴν θεοῦ. τοίνυν τῆς συγκρίσεως τῶν ὄντων οὔσης πρὸς τὰ ὄντα, οὐκ ἄρα συγκρίνεται ὁ κόσμος τῷ μὴ κόσμῳ, οὐδὲ ἐν τῷ κόσμῳ περιέχεται τὸ μὴ κόσμος· τὸ γὰρ μὴ κόσμος οὐδέν ἐστι, τὸ δὲ περιεχόμενον ὄν ἐστι. καὶ ὅτε λέγομεν ἐκ τοῦ μὴ ὄντος