Ancient Greek
Page 81
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 81
Not analysed yet
τὸν θεὸν πεποιηκέναι τὰ ὄντα, οὐ θέσιν τοῦ ὄντος διδόαμεν τῷ μὴ ὄντι, ἀλλὰ τὴν παντελῆ ἀναίρεσιν τοῦ ὄντος. Πϛʹ. Ἐρώτησις. Εἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστιανισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ νικηθεῖσα ἡ ἀληθὴς θεοσέβεια νυνὶ τὴν ἀνάκλησιν δέδεκται; ὅτι γὰρ πρὸ τῆς πλάνης ἐκράτει ἡ ἀλήθεια, μαρτυροῦσιν αἱ θεῖαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφεξῆς μετ' αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύσαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν. Ἀπόκρισις. Εἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προφητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ—γίνεται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν χριστιανῶν "βασιλείαν ἀσάλευτον" τὴν κατὰ τὸν προφήτην Δανιὴλ δοθεῖσαν αὐτῷ—, δῆλον ὅτι οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς ἐλπίδα. ἄλλως τε, εἰ καθ' ἣν ἐκράτει ποτὲ δυναστείαν ὁ ἑλληνισμὸς τὸν λαὸν τοῦ θεοῦ, λυθείσης ταύτης, οὐδαμῶς πάλιν ταύτην ἀνέλαβε, πῶς οὐ μάτην νῦν προσδοκᾷ τὴν ἀνάκλησιν τῆς παλαιᾶς αὑτοῦ δυναστείας; τίνος δὲ ἕνεκεν καὶ προσδοκᾷ ταύτην ὁ ἑλληνισμός; πάντως ἵνα βασάνοις ἀναγκάσῃ τοὺς χριστιανοὺς ἀφίστασθαι μὲν τῆς τοῦ Χριστοῦ ἀγάπης τε καὶ πίστεως, προσέχειν δὲ ταῖς λατρείαις τῶν δαιμόνων. ἀλλ' αἱ βάσανοι αὗται, αἷς πάλαι χρησάμενος ὁ ἑλλη-