Ancient Greek
Page 84
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 84
Not analysed yet
θνητοῦ ὑπάρχει καὶ οὐχὶ τῆς ψυχῆς. συνεργίας οὖν δέεται τοῦ σώματος πρὸς τὴν κατάληψιν τῶν αἰσθητῶν τὸ ἔμψυχον καὶ ἡ ἐμψυχία, οὐχὶ ἡ ψυχή· ἄλλο γὰρ τὸ ἔμψυχον καὶ ἄλλο ἡ ψυχή, ὥσπερ ἄλλο τὸ κατὰ μετουσίαν καὶ ἄλλο τὸ κατ' οὐσίαν. ϙʹ. Ἐρώτησις. Εἰ κατὰ τὴν ἑαυτοῦ καρδίαν εἶναι τὸν Δαυὶδ ὁ θεὸς ἀπεφήνατο, πῶς μετὰ ταῦτα μοιχείαν καὶ φόνον ὁ αὐτὸς προφήτης εἰργάσατο; καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμίσηνται, διατί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συνέστησε καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε; τούτου δὲ ἔχοντος οὕτως, πῶς ἡ γραφὴ ἀληθεύει λέγουσα, ὅτι "τέκνα μοιχῶν ἀτέλεστα"; Ἀπόκρισις. Καὶ καθὸ διὰ τῆς μετανοίας τὰ οἰκεῖα σφάλματα διωρθώσατο ὁ Δαυίδ, καὶ κατὰ τοῦτο εὑρέθη ὡς καρδία θεοῦ τοῦ μὴ βουλομένου "τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν". καὶ ὃν μὲν μοιχικῶς ἐγέννησεν ἐκ τῆς τοῦ Οὐρίου, τοῦτον ἐθανάτωσεν ὁ θεὸς διὰ τὸ εἶναι "τέκνα μοιχῶν ἀτέλεστα", τοὺς δὲ μετὰ τοῦτον γεννηθέντας οὐκ ἐθανάτωσε διὰ τὸ λαβεῖν αὐτὸν ταύτην μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐρίου εἰς γυναῖκα ἔννομον. τιμῶν δὲ τὴν μετάνοιαν ὁ θεὸς ἐν τοῖς ἐκ τῆς τοῦ Οὐρίου γεννηθεῖσι συνεστήσατο τοῦ Δαυὶδ τὸ γένος καὶ τὸν Χριστὸν διὰ τὴν αὐτὴν αἰτίαν ἐξ αὐτῆς κατάγεσθαι πεποίηκεν. ϙΑʹ. Ἐρώτησις. Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα τὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω-