Ancient Greek
Page 85
Theodoretus Scr. Eccl. et Theol., Quaestiones et responsiones ad orthodoxos [Dub.] 85
Not analysed yet
μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβάσματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις; ποῦ δὲ καὶ εὑρήσομεν αὐτὸν ἀμοιβὰς τοσούτων κατορθωμάτων δεξάμενον, καὶ πρὸς ποῖον ἔπειτα ὄφελος μετὰ τοσούτων κατορθωμάτων μέγεθος αἱ περὶ τὸν Ἰωσίαν συναντήσασαι συμφοραὶ γραφῇ παρεδόθησαν; Ἀπόκρισις. Καιρὸς ἀμοιβῆς τῶν ἐν εὐσεβείᾳ μετὰ ἀρετῆς κατορθωμάτων οὐχ ὁ παρών ἐστιν, ἀλλ' ὁ μέλλων, καθ' ὃν αἱ ἀμοιβαὶ ἀναφαίρετοι εἰσαεὶ προσμένουσι τοῖς δεχομένοις αὐτάς. ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρακούειν αὐτὸν τοῦ προφήτου Ἱερεμίου, εἰρηκότος αὐτῷ ἐκ προστάγματος τοῦ θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Αἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἔσδρας. ἵνα οὖν καθαρὸν ἁμαρτημάτων αὐτὸν ἐκ τοῦ βίου παραλάβῃ ὁ δεσπότης θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀνθρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ "εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται"; οἱ δὲ υἱοὶ τοῦ Ἰωσίου, εἰ μεινάντων αὐτῶν ἐν τῇ εὐσεβείᾳ τοῦ πατρὸς αὐτῶν αἰχμάλωτοι ἐγένοντο, εἶχεν ἂν χώραν ὁ τῶν Ἑλλήνων λόγος, ὅτι ἀνθ' ὧν ἐπλημμέλησεν ὁ Ἰω-