Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.540
Not analysed yet
ρὸν λύχνον ἅπτειν εἰώθασι· περὶ μέσας δὲ τὰς νύκτας ἐπέβαλλον ἔλαιον. Τὸν καιρὸν τοίνυν ὁ συγγραφεὺς δηλῶσαι θελήσας, ἔφη μηδέπω κατασκευασθῆναι τὸν λύχνον. ΕΡΩΤ. Θʹ. Τί δήποτε κομιδῇ νέῳ ὄντι τῷ Σαμουὴλ ὁ τῶν ὅλων ὤφθη Θεός; Εἰς ἔλεγχον τοῦ γεγηρακότος ἀρχιερέως τὸ μειράκιον ἠξιώθη τῆς θείας ἐπιφανείας. Οὕτω γὰρ ἦν ἄγαν νέος, ὡς τὴν περὶ τοῦ Θεοῦ διδασκαλίαν μηδέπω δύνασθαι δέξασθαι. Αὐτίκα γοῦν ὁ Ἡλεὶ μετὰ τὴν τρίτην κλῆσιν συνεὶς ὡς ὁ Θεός ἐστιν ὁ καλῶν, περιττὸν μὲν εἰπεῖν, καὶ ὑπέλαβεν ὡς ὁ Θεός ἐστιν ὁ καλῶν· ἔφη δέ· «Ἐὰν καλέσῃ σε ὁ καλῶν, ἐρεῖς, Λάλει, Κύριέ μου, ὅτι ἀκούει ὁ δοῦλός σου.» Ἀλλ' ὅμως καὶ τὴν τοιαύτην ἡλικίαν τῆς πολιᾶς προτετίμηκεν ὁ Θεός· καὶ τὸν ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βεβιωκότα, καὶ τεσσαράκοντα ἔτη ἀρχῆς ἀξιωθέντα διπλῆς (καὶ κριτὴς γὰρ ἦν, καὶ ἀρχιερεὺς) καταλιπὼν, τῷ σμικροτάτῳ διειλέχθη παιδίῳ· διδάσκων ὅσῳ πολιᾶς ἀμείνων νεότης ἀρετῇ κοσμουμένη. Ὁ μέντοι Ἡλεὶ δῆλός ἐστιν οἰκείοις μὲν κοσμούμενος κατορθώμασι· διὰ δὲ τὴν τῶν παίδων πονηρίαν τῆς πανωλεθρίας τὴν ψῆφον δεξάμενος. Δηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν καὶ τὰ ῥήματα. Πρῶτον μὲν γὰρ οὐκ ᾐσχύνθη παρακαλέσαι τὸν νέον μηνῦσαι τὰ θεόθεν ἀπαγγελθέντα· ἀλλὰ καὶ ὅρκοις αὐτὸν κατέδησε καὶ ἀραῖς, ὥστε μηδὲν ἀποκρύψαι τῶν δηλωθέντων. Εἶτα τὴν ἐξενεχθεῖσαν ψῆφον μαθὼν, τὴν ἀξιέπαινον ἀφῆκε φωνήν· «Κύριός ἐστι, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει.» Καὶ μέντοι καὶ τῶν υἱῶν τὴν σφαγὴν ἐγνωκὼς, οὐκ ἀγεννῶς ἤνεγκεν ὁ πατὴρ καὶ πρεσβύτης· τὴν δέ γε κιβωτὸν δορυάλωτον γεγενῆσθαι μαθὼν, κατέπεσε μὲν ἀπὸ τοῦ δίφρου, τῇ δὲ τῆς ἀθυμίας ὑπερβολῇ τοῦ βίου τὸ τέλος ἐδέξατο. ΕΡΩΤ. Ιʹ. Τί δήποτε συνεχώρησεν ὁ Θεὸς δορυάλωτον γενέσθαι τὴν κιβωτόν; Διπλῆν τὸ γεγονὸς ὠφέλειαν ἐβλάστησε. Τοὺς