Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.541
Not analysed yet
μὲν γὰρ Ἑβραίους ἐδίδαξεν, ἐννόμως μὲν βιοῦντας τῇ τοῦ Θεοῦ προμηθείᾳ θαῤῥεῖν· παρανομοῦντας δὲ μήτ' αὐτῷ, μήτε τῇ ἀψαύστῳ κιβωτῷ πεποιθέναι· τί δήποτε γὰρ εἰς ἐπικουρίαν ἔλαβον παρανομοῦντες τὴν τὸν νόμον ἔνδον ἔχουσαν ἀποκείμενον; Οὗτοι μὲν οὖν ταύτην ἐντεῦθεν τὴν ὠφέλειαν ἐδέχοντο. Οἱ δέ γε ἀλλόφυλοι, δείσαντες μὲν ἡνίκα φανείσης τῆς κιβωτοῦ ἠλάλαξαν οἱ Ἑβραῖοι· καταφρονήσαντες δὲ μετὰ τὴν νίκην, καὶ οἱονεὶ ἀκροθίνιον ταύτην τοῖς οἰκείοις ἀνατεθεικότες εἰδώλοις, ἔμαθον τῇ πείρᾳ τοῦ Θεοῦ τὴν ἰσχύν. Πρῶτον μὲν γὰρ εἶδον πρὸ τῆς κιβωτοῦ πεπτωκότα τὸν οἰκεῖον θεὸν, καὶ τῆς προσκυνήσεως ἐπιδεικνύντα τὸ σχῆμα. Εἶτα τοῦτον ἀναστήσαντες εὗρον τῇ ὑστεραίᾳ συντετριμμένον, καὶ τῶν ἄκρων πάντων ἐστερημένον. Ἔπειτα τὸ διάφορον γνῶναι μὴ βουληθέντες, καὶ τῇ κιβωτῷ τὸ προσῆκον μὴ ἀπονείμαντες σέβας, ποικίλοις νοσήμασι περιέπεσον. Ὡς μὲν γὰρ οἱ Ἑβδομήκοντα ἡρμήνευσαν, «Εἰς τὰς ἕδρας ἐπλήγησαν·» ὡς δὲ ὁ Ἀκύλας, «τὸ τῆς φαγεδαίνης ἐσχήκασιν ἕλκος.» Ὁ δέ γε Ἰώσηπος τὸ τῆς δυσεντερίας αὐτοῖς ἐγγενέσθαι πάθος ἐδίδαξεν· ἀλλὰ μηδεὶς διαφωνίαν νομιζέτω τὰς διαφόρους ἐκδόσεις. Τὴν γὰρ δυσεντερίαν τὸ τῆς ἕδρας διεδέξατο πάθος. Τὸ γὰρ συχνὸν τῆς ἐκκρίσεως τὸ τῆς ἐκκρίσεως κατέκαυσε μόριον· εἰς φαγέδαιναν δὲ τῷ χρόνῳ τὸ ἕλκος μετέπεσε. Τὸ δὲ τῆς ἕδρας ὑπέμειναν πάθος, ὡς δυσσεβῶς τὴν κιβωτὸν τὴν θείαν ἑδράσαντες παρὰ τὸν θεὸν τὸν ψευδώνυμον. Ταύτην οἱ Ἀζώτιοι πρῶτοι τὴν τιμωρίαν ἐδέξαντο. Τοπάσαντες γὰρ οἱ Γετθαῖοι, μὴ θεήλατον εἶναι τὴν πληγὴν, ἀλλὰ νόσον ἐκ λοιμικῆς τινος καταστάσεως γενομένην, μετέθεσαν εἰς τὴν Γὲθ τὴν τοῦ Θεοῦ κιβωτόν· ἀλλὰ παραυτίκα ταῖς αὐταῖς ὑπεβλήθησαν συμφοραῖς. Τὸ δὲ, «Ἐποίησαν ἑαυτοῖς οἱ Γετθαῖοι ἕδρας χρυσᾶς,» οἱ λοιποὶ οὕτως ἡρμήνευσαν, «Καὶ περιελύθησαν αὐτῶν αἱ ἕδραι.» Τῶν δὲ Γετθαίων εἰς Ἀσκάλωνα μεταθεῖναι τὴν κιβωτὸν πειραθέντων, ἀντεῖπον ἐκεῖνοι, δείσαντες τὰς θεηλάτους πληγάς. Εἶτα μηδεμιᾶς πόλεως δέξασθαι τολμώσης τὴν κιβωτὸν, ἐν ὑπαίθρῳ ταύτην ἔξω κατέλιπον τόπῳ. Τοῦτο γὰρ ὁ ἱστοριογράφος ἐδίδαξεν· «Ἐγένετο γὰρ, φησὶν, ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν τῷ πεδίῳ τῶν ἀλ-