Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.545
Not analysed yet
βόες καταλιποῦσαι, καὶ τῶν οἰκείων καταφρονήσασαι μόσχων, πρὸς τὴν Ἰσραηλῖτιν ἀπίωσι γῆν, γνῶσιν ἀληθῶς θεηλάτους εἶναι καὶ τὰς γεγενημένας πληγάς. Οὗ δὴ χάριν, καὶ πόῤῥωθεν εἴποντο, καὶ οὐ πρότερον ἀπέστησαν, ἕως τῶν Ἑβραίων οἱ ἀγχιτέρμονες τὸ ξένον θεασάμενοι πρᾶγμα, ἄμαξαν ὑπ' οὐδενὸς ἀνθρώπων ἰθυνομένην, φορτίον δὲ καὶ ἡνίοχον τὴν κιβωτὸν ἔχουσαν, προσέδραμον ἄσμενοι, καὶ τοῦ Θεοῦ τὴν νίκην ἐθαύμασαν. ΕΡΩΤ. ΙΑʹ. Διατί τὸν λαὸν ἐπάταξεν ὁ Θεὸς ἐπανελθούσης τῆς κιβωτοῦ; Σαφῶς ἐδίδαξεν ἡ ἱστορία. «Οὐκ ἠσμένισαν γὰρ, φησὶν, υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βεθσάμοις, ὅτι εἶδον τὴν κιβωτὸν τοῦ Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν ἐκ τοῦ λαοῦ.» Ἀλλ' οἱ μὲν Ἰεχονίου παῖδες, ὡς δυσσεβεῖς, καὶ τοῖς εἰδώλοις λατρεύοντες, ἐδυσφόρησαν ἰδόντες τὴν κιβωτὸν, καὶ μάλα εἰκότως τὴν τιμωρίαν ἐδέξαντο· ὁ δὲ λαὸς ἐπαιδεύθη, ὡς τῆς κιβωτοῦ προκινδυνεῦσαι μὴ βουληθεὶς, καὶ ἑπτὰ μῆνας αὐτὴν παρὰ τοῖς ἀλλοφύλοις καταλιπὼν, καὶ τὸν ὑπὲρ αὐτῆς οὐκ ἀναδεξάμενος πόλεμον. Δείξας τοίνυν ὁ Δεσπότης Θεὸς, ὡς τῆς αὐτῶν συμμαχίας οὐ δεῖται· καὶ δείξας ὅσον ἔσχε σέβας παρὰ τῶν δυσσεβῶν ἀλλοφύλων, ἐκόλασεν αὐτοὺς ὡς τῶν ἀλλοφύλων δυσσεβεστέρους. Ἐπειδὴ δὲ οἱ ἐν Βεθσάμοις δείσαντες τὴν κιβωτὸν ἀπέπεμψαν, εἰρηκότες, «Τίς δυνήσεται παραστῆναι ἐνώπιον Κυρίου τοῦ ἁγίου τούτου; προθύμως δὲ ταύτην ὁ Ἀμιναδὰβ ἀπεδέξατο· πάσης αὐτοῦ τὴν οἰκίαν εὐλογίας ἐνέπλησεν. Ὅτι δὲ ἀσεβῶς ὁ λαὸς τῆς κιβωτοῦ κατεφρόνησε, τὰ ἑξῆς μαρτυρεῖ. Ὁ γὰρ θειότατος Σαμουὴλ παρῄνεσεν αὐτοῖς ἐπιστρέψαι πρὸς Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ, καὶ ἐξᾶραι τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ τὰ ἄλση. Τὰ δὲ ἄλση Ἀσταρὼθ ὁ Ἀκύλας ἡρμήνευσε, τουτέστι τὰ τῆς Ἀστάρτης ἀγάλματα. Ἀστάρτην δὲ καλοῦσι τὴν Ἀφροδίτην, ἐκ τοῦ ἄστρου τὴν ἐπωνυμίαν πεποιηκότες. Αὐτῆς γὰρ εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσι. ΕΡΩΤ. ΙΒʹ. Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ νόμου ἐν ἑνὶ τόπῳ λατρεύειν, θυσιαστήριον ὁ Σαμουὴλ ᾠκοδόμησεν; Οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, καὶ ἐν διαφόροις