Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.544
Not analysed yet
λοφύλων μῆνας ἑπτά.» Ἐπειδὴ δὲ ᾠήθησαν ἔξω μενούσης τῆς κιβωτοῦ τῶν θεηλάτων ἀπηλλάχθαι πληγῶν, ἐπήγαγεν ὁ Θεὸς καὶ Δεσπότης, καὶ τοῖς ἀψύχοις τὰς τιμωρίας. Μυῶν γάρ τι πλῆθος καὶ ταῖς ἀμπέλοις, καὶ τοῖς ληΐοις ἐπέπεμψεν, οἳ πάντας αὐτῶν ἐλυμήναντο τοὺς καρπούς. Ἐδίδαξε δὲ διὰ τούτων, ὡς αὐτὸς καὶ τοῖς Αἰγυπτίοις τὰς διαφόρους ἐπενήνοχε πληγάς. Ὅτι γὰρ ἔναυλον εἶχον ἐκείνων τὴν μνήμην, μαρτυρεῖ τὰ παρ' αὐτῶν εἰρημένα. Καὶ γὰρ ἐν τῷ πολέμῳ τὴν κιβωτὸν θεασάμενοι, δέους ἐπλήσθησαν, καὶ θρηνοῦντες ἐβόων· «Οὐαὶ ἡμῖν, τίς ἐξέληται ἡμᾶς ἐκ χειρὸς τοῦ Θεοῦ τοῦ στερεοῦ τούτου; Οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ.» Καὶ μετὰ τὴν πεῖραν δὲ τῶν κακῶν, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ χρησμῳδοὶ πρὸς αὐτοὺς ἔλεγον, μετὰ δώρων ἐκπέμψαι τὴν κιβωτὸν, «Ὅπως κουφίσῃ Κύριος ὁ Θεὸς Ἰσραὴλ τὴν χεῖρα αὐτοῦ ἀφ' ὑμῶν, καὶ ἀπὸ τῶν θεῶν ὑμῶν,» καὶ ἀπὸ τῆς γῆς ὑμῶν· καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὰς καρδίας αὐτῶν; Οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλε τὸν λαὸν αὐτοῦ, καὶ ἀπῆλθον;» Ἀλλὰ ταῦτα συμβεβουλευκότες οἱ ἀσεβεῖς, καὶ δείξαντες τῶν οἰκείων θεῶν τὴν ἀσθένειαν (πρῶτον γὰρ αὐτοὺς συνέτριψεν ὁ Θεὸς, εἶτα τοὺς προσκυνοῦντας ἐπαίδευσε· καὶ τότε τοὺς μῦς κατὰ τῶν τῆς γῆς βλαστημάτων ἐξέπεμψε), πείρᾳ μαθεῖν ἠβουλήθησαν, εἴτε θεήλατος ἡ πληγὴ, εἴτε κατά τι συμβεβηκὸς γενομένη. Καινὴν γὰρ κατασκευάσαντες ἅμαξαν, καὶ βοῦς ἀρτιτόκους ὑποζευξαντες τῶν μόσχων κεχωρισμένας, ἐπέθεσαν τὴν κιβωτὸν, καὶ τῶν πέντε πόλεων ἰσαρίθμους μῦς τε καὶ ἕδρας ἐκ χρυσοῦ κατεσκευασμένας, δῶρα τῷ πεπαιδευκότι Θεῷ. Ἐνέθεσαν δὲ ταῦτα σκεύει τινὶ, ὃ οἱ μὲν Ἑβδομήκοντα προσηγόρευσαν βοεργὰς, Ἰώσηπος δὲ γλωσσόκομον. Ἐν τριόδῳ δὲ ἡνιόχου δίχα τὰς βοῦς ἀπολύσαντες, ἀνέμενον ἰδεῖν, εἴτε πρὸς τὸν τῶν μόσχων μυκηθμὸν ἀποστρέφονται, εἴτε πρὸς ἄλλην ὁδὸν ἀποκλίνουσι, τὴν πρὸς Ἑβραίους φέρουσαν καταλιποῦσαι· ἵνα εἰ μὲν τούτων δυοῖν θάτερον γένοιτο, ὡς ἀσθενοῦς καταγνῶσι τῆς κιβωτοῦ. Εἰ δὲ τὰς ἄλλας ὁδοὺς αἱ