Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.549
Not analysed yet
ΕΡΩΤ. Ιϛʹ. Τινές φασι τὸν Σαμουὴλ ἐπὶ χρήμασι προφητεῦσαι, τῷ εἰπεῖν τὸν Σαοὺλ, «Ἰδοὺ πορευσόμεθα, καὶ τί ἀποίσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, ὅτι οἱ ἄρτοι ἡμῶν ἐκλελοίπασι;» Τοῦτο τῆς τοῦ Σαοὺλ ὑποψίας, οὐ τῆς τοῦ προφήτου δωροδοκίας τεκμήριον. Ἐτόπασε γὰρ χρῆναί τι αὐτῷ προσενεχθῆναι, ὡς ἄρχοντι καὶ προφήτῃ· ἀλλ' οὐδὲν προσενήνοχεν· ἀλλὰ τοὐναντίον φιλοφροσύνης παμπόλλης ἀπήλαυσε. Τοῦ δὲ προφήτου τὸ ἀδωροδόκητον διδάσκουσιν αὐτοῦ οἱ λόγοι ἐπὶ τοῦ λαοῦ παντὸς εἰρημένοι. «Μόσχον γὰρ, φησὶ, τίνος ὑμῶν εἴληφα; ἢ τίνα ὑμῶν καταδεδυνάστευκα; ἢ τίνα ἐξεπίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξίλασμα, ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ; εἴπατε κἀμοὶ, καὶ ἀποδώσω ὑμῖν.» Καὶ ἐβεβαίωσε τοῦ προφήτου τοὺς λόγους ἡ τοῦ λαοῦ μαρτυρία. ΕΡΩΤ. ΙΖʹ. Διατί βλέποντα τὸν προφήτην ἐκάλουν; Ὡς τὰ μέλλοντα προορῶντα. Οὐ γὰρ τῶν τοῦ σώματος ὀφθαλμῶν τοῦτο τὸ ὄνομα· ἀλλὰ τῆς πνευματικῆς θεωρίας. Τὴν μέντοι βαμὰ, ὑψηλὴν ὁ Ἀκύλας ἡρμήνευσε· γαβαὰ δὲ, τὸν βουνόν· ξένους δὲ, τοὺς κεκλημένους· τὴν δὲ κωλέαν, κνήμην. Ταύτην δὲ αὐτῷ παρατέθεικεν, ὡς μέλλοντι βασιλεύειν καὶ τοῦ λαοῦ προκινδυνεύειν. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἰδοὺ μαρτύριον, παράθες αὐτὸ ἐνώπιόν σου, καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοῦ λαοῦ. ΕΡΩΤ. ΙΗʹ. Τίνος χάριν χρίσας αὐτὸν κατεφίλησε; Τῆς ἐνούσης αὐτῷ χάριτος μεταδέδωκε. Καὶ γὰρ καὶ ὁ Κύριος ἐμφυσήσας τοῖς ἀποστόλοις ἔφη· «Λάβετε Πνεῦμα ἅγιον.» —»Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Οὕτως ὁ προφήτης τὸν χειροτονηθέντα κατεφίλησε βασιλέα, ἵνα τῆς ἐνοικούσης αὐτῷ χάριτος μεταδῷ. ΕΡΩΤ. ΙΘʹ. Τί δήποτε πολλὰ δέδωκεν αὐτῷ σημεῖα; Εἶδεν αὐτὸν ἀμφιβάλλοντα, καὶ τὴν οἰκείαν ὁμολογοῦντα πενίαν. «Οὐχ υἱὸς γὰρ, φησὶν, Ἰεμιναίου