Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.552
Not analysed yet
ἀνδρὸς ἐγώ εἰμι, τοῦ σμικροτέρου σκήπτρου ἐκ τῶν φυλῶν τοῦ Ἰσραὴλ, καὶ ἡ πατριά μου ὀλιγοστὴ παρὰ πάσας τὰς πατριὰς τοῦ Βενιαμίν;» Τούτου χάριν βεβαιοῖ τὴν τῆς βασιλείας ἐπαγγελίαν ταῖς περὶ τῶν ἁπάντων προῤῥήσεσι. Καὶ πρῶτον τοὺς τὰ περὶ τῶν ὄνων αὐτῷ κομίζοντας εὐαγγέλια. Εἶτα τοὺς εἰς τὴν τοῦ Θεοῦ προσκύνησιν εἰς Βαιθὴλ ἀπιόντας, καὶ ἐκ τῶν τῷ Θεῷ κομιζομένων ἀπαρχὰς αὐτῷ προσκομίζοντας. «Ἐρωτήσουσι γάρ σε, φησὶ, τὰ εἰς εἰρήνην, καὶ δώσουσί σοι ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν.» Ἔπειτα τῶν προφητῶν τὸν χορὸν, καὶ τῶν σὺν αὐτοῖς χορευόντων τὸν θίασον, αὐλοῖς καὶ κινύρᾳ κεχρημένων, καὶ ναύλαις, καὶ τυμπάνοις, καὶ τὴν ἐκεῖθεν ἐκπηδῶσαν τοῦ Πνεύματος χάριν, καὶ αὐτὸν προφητεῦσαι παρασκευάζουσαν. ΕΡΩΤ. Κʹ. Τί ἐστι, «Μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἑτέραν;» Ἐπειδὴ ἄγροικος ἦν, γεωργεῖν ἐπιστάμενος μόνον, χειροτονήσας αὐτὸν βασιλέα, βασιλικὸν αὐτῷ φρόνημα δέδωκε. ΕΡΩΤ. ΚΑʹ. Τί ἐστι, «Συνετέλεσε προφητεύων;» Οὐκ ἔσχε διηνεκὲς τῆς προφητείας τὸ χάρισμα. Εἰς ἔμφασιν δὲ καὶ δήλωσιν τῆς πνευματικῆς δωρεᾶς κατ' ἐκεῖνον προεφήτευσε τὸν καιρόν. Οὕτω καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι, οὓς ὁ μέγας ἐξελέξατο Μωσῆς, εὐθὺς μὲν ἐκλεγέντες προφητικῆς ἠξιώθησαν ἐνεργείας. Μετὰ δὲ ταῦτα προεφήτευον μὲν ἥκιστα· ὑπὸ δὲ τῆς θείας σοφιζόμενοι δωρεᾶς, τοῦ λαοῦ τὰς ἀμφισβητήσεις διέλυον. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε χρίσας ὁ Σαμουὴλ τὸν Σαοὺλ, καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀκούσας, ὡς αὐτὸν προσήκει βασιλέα χειροτονεῖν, κλήρους βαλεῖν ἐκέλευσε τὰς φυλάς, Οὐδὲ τοῖς θείοις προφήταις ἐπίστευον οἱ πονηρίᾳ συζῶντες. Ἵνα τοίνυν μὴ τοπάσωσι χάριτος ἀνθρωπίνης εἶναι τὴν ψῆφον, κλήρους βληθῆναι προσέταξεν. Εἶτα τῆς Βενιαμίτιδος κατακληρωθείσης φυλῆς, καὶ πάλιν εἰς πατριὰς, καὶ οἴκους, καὶ ἄνδρας διαιρεθείσης, τῷ Σαοὺλ ψῆφος ἀπεκληρώθη. Πειραθεὶς δὲ λαθεῖν (ἑώρα γὰρ τὴν ἐξουσίαν ὑπερβαίνουσαν αὐτοῦ τὴν ἀξίαν), ὑπὸ τοῦ Θεοῦ τῷ προφήτῃ κατεμηνύθη, καὶ τὴν ἐπὶ παντὸς τοῦ λαοῦ χειροτονίαν ἐδέξατο.