Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.561
Not analysed yet
σκήπτρου Βενιαμὶν, τῆς ἐλαχιστοτέρας φυλῆς τοῦ Ἰσραήλ;» Οὐ ταῦτα, φησὶν, ἔλεγες, ὅτι «Ἀνὴρ Ἰεμιναῖος ἐγώ εἰμι, τῆς σμικροτέρας φυλῆς παρὰ πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ;» Ἀλλ' ὅμως ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ· καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ. Εἶτα λέγει, ὅσας μὲν αὐτῷ δέδωκεν ἐντολὰς, ὅπως δὲ ταύτας παρέβη ὁρμήσας ἐπὶ τὰ σκῦλα. Οὐ τοσοῦτον γὰρ αὐτὸν ὁ παράνομος κατέκρινεν ἔλεος, ὅσον ἡ ἀπληστία, καὶ ἡ πλεονεξία, καὶ τῆς φιλοχρηματίας τὸ πάθος, ᾧ δουλεύσας παρέβη τὴν ἐντολήν. Ἀλλ' ὁ Σαοὺλ τοῖς τοῦ Ἀδὰμ ἐχρήσατο ῥήμασιν. Ἔφη γάρ· «Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ.» Οὕτω γὰρ κἀκεῖνος εἶπεν· «Ἡ γυνὴ, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.» Καὶ ἐπειδὴ εἶπεν εἰς θυσίαν ἐνηνοχέναι τὰ βουκόλια καὶ τὰ ποίμνια, ἤκουσε παρὰ τοῦ προφήτου· «Ἰδοὺ οὐ θέλει Κύριος ὁλοκαυτώσεις καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ. Ἰδοὺ γὰρ ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν, καὶ ἀκρόασις ὑπὲρ στέαρ κριῶν· ὅτι οἰώνισμα ἁμαρτιά ἐστι, παραπικρασμὸς ἀδικία· καὶ θεραφὶμ ὀδύνην καὶ πόνους ἐπάγουσιν. Ἀνθ' ὧν ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, ἐξουδένωσέ σε Κύριος, τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ.» Τὸ δὲ θεραφὶμ ὁ Ἀκύλας θεραπείαν καὶ ἀνθυφαίρεσιν ἡρμήνευσεν. Τὸ δὲ οἰώνισμα αἰνίττεται, ὡς οἶμαι, τὴν ἐνίων ἄνοιαν. Εἰκὸς γάρ τινας οἰωνὸν ὑποπτεῦσαι κακὸν, τὸ νενικηκότα μὴ κερδᾶναι τὴν λείαν. Καὶ τὸ θεραφὶμ δὲ ἀντὶ τῆς ἐπιτηρήσεως τέθεικεν. Ὥσπερ γὰρ τὸ ἐφοὺδ ἀνέκειτο τῷ Θεῷ, καὶ δι' αὐτοῦ τοῖς ἐρωτῶσιν ἐσημαίνετο τὸ πρακτέον· οὕτω διὰ τοῦ θεραφὶμ αἱ τῶν εἰδώλων ἐδηλοῦντο προῤῥήσεις. Κατὰ γὰρ μίμησιν ἐκείνου τοῦτο τούτοις ἀνέκειτο. Καὶ τοῦτο σαφέστερον ἐν τῇ τῶν Κριτῶν ἐδηλώσαμεν βίβλῳ. Κατὰ δὲ τὴν τοῦ Ἀκύλα ἔκδοσιν, ἔστι καὶ ἑτέρως νοῆσαι Θεραπεύει γὰρ, φησὶ, τὸν Θεὸν τὸ τὰ προστεταγμένα πληροῦν, οὐ τὸ δῶρα προσφέρειν. Ἄδεκτος γὰρ ἡ παρὰ τὴν αὐτοῦ βουλὴν γενομένη θεραπεία, καὶ πρόξενος συμφορῶν. Διδάσκων δὲ ἄλυτον τοῦ Θεοῦ τὴν ἀπόφασιν ὁ προφήτης ἐπήγαγεν· «Οὐκ ἐπιστρέψει, οὐδὲ μετανοήσει ὁ ἅγιος τοῦ Ἰσραὴλ, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετα-