Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.564
Not analysed yet
νοῆσαι.» Ἐντεῦθεν καὶ τὸ Μεταμεμέλημαι νοητέον. ΕΡΩΤ. ΛΔʹ. Διατί τὸν Ἀγὰγ ἔσφαξεν ὁ προφήτης; Ὡς ὁ Φινεὲς τὸν Ζαμβρί. Πᾶν γὰρ τὸ παρὰ τοῦ Θεοῦ κελευόμενον εὐσεβές. ΕΡΩΤ. ΛΕʹ. Διατί ἔδεισεν ὁ προφήτης, χρῖσαι τὸν Δαβὶδ κελευσθείς; Ἐπειδὴ οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος ἦν. Εἰ γὰρ ὁ τοῦ προφήτου Δεσπότης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ σωτήριον καταδεξάμενος πάθος, τῇ δειλίᾳ τὴν ἀνθρωπείαν ἔδειξε φύσιν, τίς οὕτω παθῶν ἐλεύθερος, ὡς τῷ προφήτῃ δείσαντι νεμεσῆσαι; ΕΡΩΤ. Λϛʹ. Τολμῶσί τινες ἐπιμέμφεσθαι τῷ Θεῷ, ὡς ψεῦδος τὸν προφήτην διδάξαντι. «Λάβε γὰρ, φησὶν, εἰς τὴν χεῖρά σου δάμαλιν βοῶν, καὶ ἐρεῖς, Θῦσαι τῷ Κυρίῳ ἥκω.» Ἀλλὰ τοῦτο οὐ ψεῦδος. Ἀληθῶς γὰρ ἐπετέλεσε τὴν θυσίαν. Ἐῤῥέθη τοίνυν αὐτῷ, κρύψαι μὲν τὸ ἔργον, εἰπεῖν δὲ τὸ πάρεργον. ΕΡΩΤ. ΛΖʹ. Τίνος χάριν τὸν ψηφισθέντα ὁ προφήτης ἠγνόησεν; Ὅτι οὐ Θεὸς ἦν, ἀλλ' ἄνθρωπος. Θεοῦ γὰρ τὸ πάντα εἰδέναι· προφήτου δὲ, τὸ τὰ παρὰ τοῦ Θεοῦ δεικνύμενα. Ἄλλως τε καὶ τοῦ προφήτου ἡ ἄγνοια τὴν θείαν ἀπεκάλυπτε ψῆφον. Εἰ γὰρ εὐθὺς ὥρμησεν ἐπὶ τὸν Δαβὶδ, ὑποπτεύθη ἂν ἐκ προλήψεώς τινος τοῦτο πεποιηκέναι. Ἐπειδὴ δὲ ἐπὶ τὸν πρῶτον ἦλθε, καὶ τὸν δεύτερον, καὶ τὸν τρίτον, καὶ τοὺς ἑπτὰ, ἔγνωσαν ὡς ὁ Θεὸς ἦν ὁ τούτους μὲν ἀποκρίνων, ἐκεῖνον δὲ ψηφιζόμενος. Εἰ γὰρ καὶ τῆς χειροτονίας οὕτω γεγενημένης, ἐγύμνωσαν οἱ ἀδελφοὶ τὸν φθόνον, ἐν τῇ παρατάξει τὸν Δαβὶδ θεασάμενοι, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ τοῦτον ἐγεγόνει τὸν τρόπον· ΕΡΩΤ. ΛΗʹ. Πῶς νοητέον τὸ, «Πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ;» Τοῦ θείου Πνεύματος ἀποστάντος, χώραν ἔλαβε τὸ παμπόνηρον πνεῦμα. Διδασκόμεθα δὲ ἐντεῦθεν μετὰ τοῦ Δαβὶδ βοᾷν· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.» Οὕτω τῆς ἀποστολικῆς χάριτος τὸν Ἰούδαν καταλιπούσης, εἰσελήλυθεν εἰς αὐτὸν ὁ διάβολος.