Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.577
Not analysed yet
ὀνομάτων. Δῆλος τοίνυν ἐστὶν ὁ Δωὴκ ὑπό τινος ἐνοχλούμενος δαίμονος, ἢ νόσῳ κατεχόμενος, καὶ τούτου χάριν τῇ θείᾳ προσεδρεύσας σκηνῇ. Ἀλλ' ὁ παμπόνηρος οὐ μόνον κατεμήνυσε τῷ Σαοὺλ τὰ παρὰ τοῦ Ἀβιμέλεχ εἰρημένα καὶ δεδομένα, ἀλλὰ καὶ πάντας τοὺς ἱερεῖς κατέκτεινεν. Αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πασῶν τῶν ἄλλων ἁμαρτάδων δυσσεβεστέρα. Τοῦ μὲν γὰρ Θεοῦ προστεταχότος ἄρδην διολέσαι τὸν Ἀμαλὴκ, οὐ μόνον τὸν Ἀγὰγ διέσωσεν, ἀλλὰ καὶ ποίμνια, καὶ βουκόλια, καὶ τοὺς ἀμπελῶνας, καὶ τὰ ἄλλα ὅσα ἦν ἀξιόκτητα. Τοῦ θυμοῦ δὲ μόνου κεκινηκότος, οὐ μόνον τοὺς ἱερεῖς κατέκτεινεν, ἀλλὰ καὶ τὴν πόλιν αὐτῶν διώλεσεν αὔτανδρον· οὐ μειράκιον, οὐ βρέφος, οὐ γύναιον διασωθῆναι κελεύσας. Ἀξιέπαινοι δὲ τοῦ Σαοὺλ οἱ δορυφόροι· οὐδὲ γὰρ τοῦ βασιλέως προστεταχότος ἠνέσχοντο τῇ κατὰ τῶν ἱερέων μιαιφονίᾳ μιᾶναι τὰς χεῖρας· ὁ δὲ Δωὴκ τὸν δυσσεβῆ τοῦτον ἐτόλμησε φόνον, καὶ τοὺς πεντήκοντα καὶ τριακοσίους ἱερεῖς κατέσφαξεν. Πρόσκειται δὲ τό· «Πάντας αἴροντας ἐφοὺδ,» εἰς κατηγορίαν πλείονα τοῦ τολμήματος. Οὐ γὰρ Λευῖται ἦσαν, ἀλλ' ἐξ ἀρχιερατικῆς ῥίζης κατῆγον τὸ γένος. ΕΡΩΤ. ΝΕʹ. Τί δήποτε τὴν ἐπίληψιν ὁ Δαβὶδ ὑπεκρίνετο; Τοῦ Σαοὺλ ἀποδιδράσκων κατέφυγεν εἰς τὴν Γέθ. Οὐ γὰρ ὑπέλαβε δῆλος ἔσεσθαι. Ἐπειδὴ δὲ ᾔσθετο ἐγνωκότας ἐκείνους, ὡς αὐτὸς αὐτῶν ἀνῃρήκει τὸν πρόμαχον, μανίαν ὑποκρινάμενος διέφυγε τοῦ θανάτου τὸν κίνδυνον. Δηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ θεία Γραφή. Ἀεὶ γὰρ τοῦ Θεοῦ πυνθανόμενος, καὶ παρετάττετο, καὶ ἡσύχαζεν. Αὐτίκα γοῦν μαθὼν, ὡς ἔπεισι Σαοὺλ, ἐν τῇ Κεϊλᾶ διάγειν αὐτὸν ἐγνωκὼς, ἤρετο εἰ ἐκδώσουσιν αὐτὸν οἱ δι' αὐτοῦ τῆς σωτηρίας τετυχηκότες· καὶ μαθὼν ὡς ἐκδώσουσιν, εἰς ἕτερον μετέστη χωρίον. Τὸ δὲ, «Ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο,» τὸν πλάνον δηλοῖ· ποτὲ μὲν γὰρ ἐν τῇ Ἰουδαίᾳ, ποτὲ δὲ ἐν τῇ ἐρήμῳ διῆγον. Τὸ δὲ «Ἐκάθισε Δαβὶδ ἐν τῇ ἐρήμῳ ἐν Μεσερὰμ,» οἱ λοιποὶ ἑρμηνευταὶ «Ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς» ἐκδεδώκασιν. Ὁ μέντοι Ἰωνάθαν δῆλος ἦν θερμότερον περὶ τὸν Δαβὶδ διακείμενος. Καὶ γὰρ τοῦ πατρὸς κατ' αὐτοῦ φονοῦντος, καὶ θηρεῦσαι ποθοῦντος, οὐκ ἤνεγκε τοῦ πόθου τὰ κέντρα· ἀλλ' ἔνθα διῆγεν ἀφίκετο, καὶ παραθαῤῥύνας τῇ τῆς βασιλείας προῤῥήσει, τὰς γεγενημένας συνθήκας αὖθις