Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.580
Not analysed yet
ἐκράτυνε. Τὴν δὲ καινὴν, δρυμὸν ὁ Ἀκύλας ἡρμήνευσεν τὴν Γαβαὰδ δὲ, βουνόν· Τὸ δὲ ἐν τῇ ἐρήμῳ τῇ ἐπηκόῳ, ἐν τοῖς ὁμαλοῖς. Ἔδειξε δὲ καὶ ὁ Κύριος τὴν οἰκείαν κηδεμονίαν. Μέλλοντος γὰρ θηρεύεσθαι τοῦ Δαβὶδ, τῇ τῶν ἀλλοφύλων ἐφόδῳ τὸν κατὰ τοῦ Δαβὶδ ἐπέδησε δρόμον. Τοῦτο γὰρ ἐγνωκὼς ἀνέστρεψεν ὁ Σαούλ. ΕΡΩΤ. Νϛʹ. Πῶς νοητέον τὸ, «Εἰσῆλθε Σαοὺλ ἀνασκευάσασθαι εἰς τὸ σπήλαιον; Σεμνῶς ἡρμηνεύθη παρὰ τῶν Ἑβδομήκοντα. Ὁ δὲ Ἀκύλας αὐτὸ σαφέστερον εἴρηκεν. «Εἰσῆλθε γὰρ, φησὶν, ἀποκενῶσαι. Ὁ δὲ Ἰώσηπος, «τὰς φυσικὰς ἐκκρίσεις ποιήσασθαι.» Μέγιστον μέντοι τὸ σπήλαιον ἦν. Εἶχε γὰρ ἔνδον καὶ τὸν Δαβὶδ, καὶ τοὺς σὺν αὐτῷ κεκρυμμένους. Ἐγύμνωσε δὲ κἀνταῦθα τὴν οἰκείαν φιλοσοφίαν ὁ θεῖος Δαβίδ. Τῶν γὰρ σὺν αὐτῷ ἀνελεῖν τὸν Σαοὺλ πειραθέντων, τὴν μὲν σφαγὴν διεκώλυσεν, εἰρηκώς· «Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τῷ χριστῷ Κυρίου· ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν.» Τῆς διπλοΐδος δὲ τὸ πτερύγιον ἔτεμεν· εἰς ἔλεγχον μὲν τῆς ἐκείνου πονηρίας, ἀπόδειξιν δὲ τῆς οἰκείας φιλοσοφίας. Ἐδίδαξε δὲ ἡμᾶς ἡ ἱστορία τοῦ σώφρονος λογισμοῦ τὴν ἰσχύν. «Ἐπάταξε γὰρ, φησὶ, τὸν Δαβὶδ ἡ καρδία αὐτοῦ, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος·» ἀντὶ τοῦ, Μέχρι τούτου τὴν ἐπιχείρησιν συνεχώρησε, περαιτέρω δὲ παραβῆναι κεκώλυκεν. Ἐπειράθη δὲ τοῖς ἠπίοις λόγοις τὸν φθόνον ἰάσασθαι, καὶ τὸν θυμὸν κατασβέσαι· «Ἵνα τί γὰρ, φησὶν, ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων, Ἰδοὺ ὁ Δαβὶδ ζητεῖ τὴν ψυχήν σου; Καί γε ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου, ὡς παρέδωκέ σε Κύριος ὁ Θεὸς εἰς τὰς χεῖράς μου· καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπον, Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος, καὶ πατήρ μου.» Τίς οὐκ ἂν ἀγασθείη· τοῦ προφήτου τὴν ἀρετήν; Πατέρα κέκληκε τὸν ἐπίβουλον, καὶ κύριον ὁ τῆς βασιλείας τὴν χειροτονίαν δεξάμενος· καὶ χριστὸν Κυρίου τὸν ἐστερημένον τῆς χάριτος· ᾐσχύνετο