Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.585
Not analysed yet
εἰς αἷμα ἀθῶον, καὶ σώζειν τὰς χεῖράς σού σοι·» ὁ Ἀκύλας «Τοῦ μὴ μυσάζειν» εἴρηκεν, ἀντὶ τοῦ· «Ἵνα μὴ μύσους ἐκ τῆς μιαιφονίας ἀναπλησθῇς.» Καὶ τὸ, «Οὐκ ἔσται σοι βδελυγμὸς καὶ σκάνδαλον καρδίας, τῷ κυρίῳ μου·» ἀντὶ τοῦ βδελυγμὸς, νυγμὸς ὁ Ἀκύλας εἴρηκεν· αἰνίττεται δὲ τὰς τοῦ συνειδότος ἀκίδας. Τὸ δὲ Βαροὺχ, Κύριος εὐλογητός. Τὸ δὲ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· «Εὐλογημένη σὺ εἶ, ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῦ μὴ εἰσελθεῖν εἰς αἵματα, καὶ σῶσαι τὴν χεῖρά μου ἐμοὶ,» ἁμάρτημα γραφικὸν εἶναι ὑπολαμβάνω. Οἱ γὰρ ἄλλοι ἑρμηνευταὶ «μὴ μυσῶσαι» εἰρήκασιν, ἀντὶ τοῦ, «μὴ μύσους μεταλαχεῖν.» Τὸν μέντοι Κάρμηλον ἐνταῦθα Εὐσέβιος ὁ Καισαρεὺς οὐ τὸ ὄρος εἴρηκεν, ἀλλὰ κώμην τινὰ μέχρι τοῦ νῦν οὕτως ὀνομαζομένην, νοτόθεν τῆς Ἱερουσαλὴμ κειμένην, ἐν ᾗ φασιν ᾠκηκέναι τὸν Νάβαλ. ΕΡΩΤ. Ξʹ. Πῶς νοητέον τὸ «Σαοὺλ ἐκάθευδεν ἐν τῇ λαμπίνῃ; Λαμπίνη μέν ἐστιν εἶδος ἁρμαμάξης, ὥσπερ αὖ καὶ ἀπήνη. Ὁ δὲ Ἀκύλας οὐκ εἶπε λαμπίνῃ, ἀλλὰ τῇ στρογγυλώσει· δηλοῖ δὲ ὁ λόγος, τὸ ἐν μέσῳ τοῦ λαοῦ κατακεκλῖσθαι τὸν βασιλέα, καὶ πανταχόθεν ὑπὸ τῶν ὁπλοφόρων τειχίζεσθαι· καὶ τοῦτο μᾶλλον ἀληθέστερον εἶναι νομίζω· «Εἶπε γὰρ, φησὶ, Δαβὶδ πρὸς Ἀχιμέλεχ τὸν Χετταῖον, καὶ πρὸς Ἀβεσᾶ υἱὸν Σαρουΐα, ἀδελφὸν Ἰωὰβ, λέγων· Τίς εἰσελεύσεται μετ' ἐμοῦ εἰς τὴν παρεμβολὴν πρὸς Σαούλ.» Τοιγάρτοι δεδήλωκεν ὁ λόγος, ὡς μεταξὺ τῆς στρατιᾶς ἐκάθευδεν ὁ βασιλεύς. Ἀλλ' εἰσῆλθε μὲν θαῤῥαλέως, ἐφείσατο δὲ σωφρόνως, καὶ πεπεδημένον ὕπνῳ λαβὼν οὐκ ἀπέκτεινεν· ἀλλὰ καὶ τὸν Ἀβεσὰ τοῦτο δρᾶσαι βουληθέντα κεκώλυκεν. «Εἶπε γὰρ, φησὶν, πρὸς αὐτόν· Μὴ διαφθείρῃς αὐτὸν, ὅτι τίς ἐποίσει χεῖρα αὑτοῦ ἐπὶ χριστὸν Κυρίου, καὶ ἀθωωθήσεται;