Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.584
Not analysed yet
σφόδρα, καὶ οὐκ ἀπεκώλυσαν ἡμᾶς, οὐδὲ ἐπιτετάχασιν ἡμῖν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ' αὐτοῖς· καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ, ὡσεὶ τεῖχος ἦσαν περὶ ἡμᾶς, καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα, πάσας τὰς ἡμέρας ὄντων ἡμῶν μετ' αὐτῶν, καὶ ποιμαινόντων τὰ ποίμνια ἡμῶν.» Ἡ μὲν οὖν εὐεργεσία τοσαύτη· ἡ δὲ αἴτησις μετρία, καὶ τὴν σπάνιν τῶν ἀναγκαίων μηνύουσα· «Εὑρέτω γὰρ, φησὶ, τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ' ἡμέραν ἀγαθὴν ἡμεῖς ἥκομεν. Δὸς δὲ ὃ ἂν εὕρῃ ἡ χείρ σου τοῖς παισὶ τοῦ υἱοῦ σου Δαβίδ.» Τί διαφέρει ταῦτα τὰ ῥήματα τῶν παρὰ τῶν προσαιτούντων προσφερομένων λόγων; Ἀλλὰ ὁ θηριώδης ἀνὴρ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ προσεπαροίνησε. «Τίς γὰρ, φησὶ, Δαβὶδ, καὶ τίς υἱὸς Ἰεσσαί; Σήμερον πεπληθυμένοι εἰσὶν οἱ δοῦλοι, οἱ ἀποδιδράσκοντες ἕκαστος ἀπὸ προσώπου τῶν κυρίων αὐτῶν.» Τῶν εὐεργεσιῶν τοίνυν ἐκείνων ὁ Δαβὶδ μεμνημένος, καὶ τῆς παροινίας ἀκούσας ὥρμησεν ὁπλισάμενος. Ἐλογίσατο γὰρ, ὡς ὁ μὲν Σαοὺλ εἶχεν ἀφορμὴν τῆς ἀδικίας τὴν δυναστείαν, καὶ τὸν φθόνον τῆς βασιλείας· οὗτος δὲ οὐδεμίαν πρόφασιν ἔχων ἀλαζονείας, ταῖς ἐσχάταις κατ' αὐτοῦ λοιδορίαις ἐχρήσατο. ΕΡΩΤ. ΝΘʹ. Τί δήποτε ὀμωμοκὼς καὶ αὐτὸν, καὶ τοὺς σὺν αὐτῷ κτείνειν, παρέβη τὸν ὅρκον; Ὁ μὲν γὰρ ὅρκος τοῦ δικαίου θυμοῦ, ἡ δὲ φειδὼ τοῦ σώφρονος λογισμοῦ. Δεξάμενος γὰρ τῆς Ἀβιγαίας τὴν ἱκετείαν, ἔσβεσε τὸν θυμόν. Ἄμεινον γὰρ ἦν παραβῆναι τῆς ἀπειλῆς τὸν ὅρκον, ἢ τοσοῦτον ἐργάσασθαι φόνον. Τὸ δὲ ὑφεὶ, σάτα ὁ Ἀκύλας ἡρμήνευσε· τὸ δὲ γόμορ ἰσόμετρον εἶναι τῷ ὑφεὶ μεμαθήκαμεν ἐκ τῆς τοῦ θεσπεσίου Ἐζεκιὴλ προφητείας. Τὸ δὲ Νάβαλ ὄνομα εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλλόμενον, τὴν ἀφροσύνην σημαίνει. Τοῦτο γὰρ καὶ ἡ Ἀβιγαία δεδήλωκε, καὶ τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείας ἡ βίβλος. Ὁ δὲ Ἀκύλας οὕτως ἔφη, «Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀπόῤῥευσις μετ' αὐτοῦ.» Τὴν αὐτὴν δὲ ἔχει διάνοιαν· ἀποῤῥέοντος γὰρ τοῦ λογικοῦ, καὶ σβεννυμένου, τὸ τῆς ἀφροσύνης ἐπιγίνεται πάθος. Τὸ δὲ, «Καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ εἰσελθεῖν σε