Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.596
Not analysed yet
ματος ἐτόπασεν εἶναι τὸν Σαμουήλ· ἡ δὲ ἱστορία τὸ ὀφθὲν Σαμουὴλ ὀνομάζει, διὰ τὸ οὕτω ἐκεῖνον πεπιστευκέναι. Οὕτω τοὺς ὀφθέντας τῷ Ἀβραὰμ ἀγγέλους, καὶ τὸν ἐκείνων δεσπότην, ἄνδρας ὠνόμασεν· ἐπειδὴ τοῦτο νενομικὼς ὁ πατριάρχης παρατέθεικε τράπεζαν. Οὕτω τοὺς οὐκ ὄντας θεοὺς ὀνομάζει θεοὺς καὶ ὁ Κύριος γὰρ ἡμῶν παρὰ πάντας τοὺς θεούς· οὕτω κἀνταῦθα τὸν ὀφθέντα ἐν σχήματι τοῦ Σαμουὴλ, εἴτε ἄγγελον, εἴτε φάσμα τοῦ Σαμουὴλ τὸ σχῆμα δεικνύον, ὠνόμασε Σαμουήλ. ἵνα πιστῶς δεξάμενος τὴν ἀπόφασιν στένων ἐξέλθῃ τὸν βίον. ΕΡΩΤ. ΞΔʹ. Καὶ πόθεν ἦ ἐγγαστρίμυθος τὸν Σαοὺλ ἐπέγνω; Εὐπετὲς ἦν τῷ λαοπλάνῳ δαίμονι διδάξαι τίς ὁ διαλεγόμενος. Τὸ μέντοι τὸν Δαβὶδ μὴ συμπαρατάξασθαι τοῖς ἀλλοφύλοις, θείας οἰκονομίας εἶναι ὑπείληφα. Οὐ γὰρ ἂν περιεῖδε τὸν λαὸν διολλύμενον· ἀλλὰ πᾶσαν καὶ τοῦ λαοῦ, καὶ τοῦ Σαοὺλ ἐποιήσατο πρόνοιαν. ΕΡΩΤ. ΞΕʹ. Τί δήποτε συνεχώρησεν ὁ Θεὸς, καὶ τὰς γυναῖκας αὐτῶν ἐξανδραποδισθῆναι, καὶ τὰ παιδία; Ἵν' ἀλγοῦντες τοῖς Ἀμαληκίταις ἐπιστρατεύσωσι, καὶ τὴν πανωλεθρίαν αὐτοῖς κατὰ τὴν θείαν ἐπενέγκωσι πρόῤῥησιν· πρὸς δὲ τούτοις, καὶ ἵνα λείαν πλείστην λαβὼν πέμψῃ τοῖς ἀλλοφύλοις, καὶ εἰς εὔνοιαν αὐτοὺς ἀφελκύσηται πλείονα. Τὸ δὲ σύστρεμμα γαδδοὺρ ὃ Ἑβραῖος καλεῖ, ὃ ἑτέρωθι ἑρμηνεύεται πειρατήριον. Καλεῖται δὲ οὕτω τὸ λῃστρικὸν σύστημα. Τοὺς δὲ διακοσίους ἄνδρας, ἀτονήσαντας ἐκ τοῦ δρόμου, μεμενηκέναι φησὶν ὁ Ἀκύλας· οἷς πονηροί τινες οὐκ ἠβουλήθησαν ἀπονεῖμαι τὴν προσήκουσαν μοῖραν. Ἀλλ' ὁ δικαιότατος βασιλεὺς οὐ μόνον τότε δέδωκεν, ἀλλὰ καὶ νόμον τέθεικεν, ὥστε τοὺς σκευοφόρους τῶν ἴσων τοῖς παραταττομένοις μεταλαγχάνειν. Ἰστέον μέντοι, ὡς ὁ Ἀκύλας τῷ Ἑβραίῳ ἑπόμενος οὐ διεῖλεν ἀπὸ τῆς πρώτης τὴν δευτέραν τῶν Βασιλειῶν ἱστορίαν, ἀλλὰ μίαν τὰς δύο πεποίηκεν.