Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.597
Not analysed yet
ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Τινὲς ἐπιμέμφονται τῷ Δαβὶδ, ὡς πεφονευκότι τὸν μεμηνυκότα τὸν θάνατον τοῦ Σαούλ; ΑΠΟΚΡΙΣΙΣ. Θαυμάζειν οὖν, ἀλλ' οὐ ψέγειν, καὶ διὰ τοῦτο προσήκει, τὸν προφήτην καὶ βασιλέα. Δυσμενοῦς γὰρ ἀνδρὸς ἀκούσας σφαγὴν ἐθρήνησεν· καὶ οὐ μόνον ἐθρήνησεν, ἀλλὰ καὶ πικρῶς ὠλοφύρατο· ὁ δὲ μεμηνυκὼς οὐδὲν ἠδικημένος ἐπετώθαζε τῷ θανάτῳ· καὶ ταῦτα οὐ μόνον τοῦ Σαοὺλ πεπτωκότος, ἀλλὰ καὶ τοῦ Ἰωνάθαν, ὃς ἀξιέπαινος ἦν, καὶ πλείστου στρατοῦ σὺν ἐκείνοις. Ἔπειτα καὶ ψεῦδος τοῖς λόγοις προσέθηκεν, ἑαυτὸν σφαγέα τοῦ Σαοὺλ ὀνομάσας. Πρὸς δὲ τούτοις, καὶ Ἀμαληκίτης ἦν, καθ' οὗ ὁ τῶν ὅλων Κύριος πάλαι τοῦ θανάτου τὴν ψῆφον ἐξενηνόχει. Ἀξιάγαστα δὲ καὶ αὐτὰ τοῦ προφήτου τὰ ῥήματα· «Πῶς γὰρ, φησὶν, οὐκ ἐφοβήθης ἐπενεγκεῖν τὴν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου· ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγον, Ἐγὼ τεθανάτωκα τὸν χριστὸν Κυρίου.» ΕΡΩΤ. Βʹ. Τί ἐστι χλιδών; Κόσμος ἐστὶ χρυσοῦς, ἢ τοῖς βραχίοσι περιτιθέμενος, ἢ τοῖς καρποῖς τῶν χειρῶν. Τοῦτο κἀνταῦθα δεδήλωκε, καὶ τὸν χλιδόνα, τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ. Ὅθεν ὁ Ἀκύλας βραχιάλιον αὐτὸ κέκληκεν. ΕΡΩΤ. Γʹ. Τίνος χάριν ὁ προφήτης ἐπένθησεν; Πολλὰ τὸν θρῆνον εἰργάσατο. Τοῦ Ἰωνάθαν ὁ πόθος, ἡ περὶ τὸν λαὸν φιλοστοργία, τῶν δυσσεβῶν ἀλλοφύλων ἡ νίκη· καὶ πρὸς τούτοις, τοῦ Σαοὺλ ἡ σφαγή. Ὃν γὰρ ᾐδεῖτο ζῶντα, πολλῷ μᾶλλον ἠλέει τεθνηκότα. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «Καὶ ἐκόψαντο, καὶ ἔκλαυσαν, καὶ ἐνήστευσαν ἕως δείλης, ἐπὶ Σαοὺλ, καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐ-