Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.601
Not analysed yet
τέκνα;» Ὥσπερ τοίνυν τοὺς νόμῳ γάμου συνελθόντας ἡ συνάφεια σάρκα μίαν ἀποτελεῖ, οὕτω τῶν εἰλικρινῶς ἀγαπώντων ἑνοῖ τὰς ψυχὰς ἡ διάθεσις. ΕΡΩΤ. Ηʹ. Τίνος χάριν ὁ Θεὸς τὸν Δαβὶδ πρῶτον εἰς τὴν Χεβρὼν ἀνελθεῖν προσέταξεν; Τὸ μὲν ἀληθὲς αὐτὸς ὁ κελεύσας ἐπίσταται· ἐγὼ δὲ οἶμαι διὰ τὸ τοὺς πατριάρχας κατ' ἐκείνην τὴν πόλιν καὶ ζῶντας οἰκῆσαι, καὶ τελευτήσαντας ἀξιωθῆναι ταφῆς. Πρὸς δὲ τούτοις καὶ δι' ἕτερον, ἐκ τῆς Ἰούδα φυλῆς ὁ θειότατος Δαβίδ· ταύτης δὲ τῆς φυλῆς κατ' ἐκεῖνον τὸν καιρὸν μητρόπολις ἦν ἡ Χεβρών· ἔτι γὰρ τὴν Ἱερουσαλὴμ οἱ Ἰεβουσαῖοι κατεῖχον. Ἡ δὲ τοῦ Ἰούδα φυλὴ τὸν Δαβὶδ, ὡς φυλέτην, πλέον τῶν ἄλλων ἠγάπα. Ὅτι δὲ τῶν ἄλλων ἐπρώτευσεν ἡ Χεβρὼν, ἡ ἱστορία διδάσκει. «Ἀνῆλθον γὰρ, φησὶ, καὶ κατῴκησαν ἐν ταῖς πόλεσι Χεβρών.» Ὅτι δὲ καὶ τὸ ἕτερον ἀληθὲς, δηλοῖ τὰ ἑξῆς· «Καὶ ἔρχονται οἱ ἄνδρες Ἰούδα, καὶ χρίουσιν ἐκεῖ τὸν Δαβὶδ, τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα.» Τὸ δὲ, χρίουσιν ἀντὶ τοῦ χειροτονοῦσι τέθεικεν. Ἐκεχρίκει γὰρ αὐτὸν τῷ θείῳ ἐλαίῳ Σαμουὴλ ὁ προφήτης. Ὁ δὲ Ἀβεννὴρ ἀντεχειροτόνησε τὸν Μεμφιβοσθὲ, τὸν υἱὸν τοῦ Σαοὺλ, ὃν οἱ ἄλλοι ἑρμηνευταὶ Ἱσβαὰλ ὀνομάζουσι· καὶ καταλιπὼν τὴν Ῥαμὰ καὶ τὴν Γαβαὼν, τὰ τοῦ Σαοὺλ οἰκητήρια, διέβη τὸν Ἰορδάνην, καὶ τὰς καλουμένας παρεμβολὰς βασιλικὴν ἀπέφηνε πόλιν. ΕΡΩΤ. Θʹ. Πῶς νοητέον τὸ ὑπὸ τοῦ Ἀβεννὴρ εἰρημένον, «Ἀναστήτω δὴ παιδάρια ἐνώπιον ἡμῶν, καὶ παιξάτωσαν;» Ἀγῶνα πολεμικὸν τοῖς τῶν νέων ἀρίστοις προτέθεικε. Παίγνιον δὲ καὶ Παιδιὰν τὴν τούτων προσηγόρευσε συμπλοκὴν, τῇ κοινῇ καὶ μεγίστῃ παρατάξει παρεξετάζων τὴν μερικήν. Ἰσάριθμοι δὲ τῶν φυλῶν ἐξ ἑκατέρας συνελέγησαν φάλαγγος. Ἡ σφαγὴ δὲ τούτων οὐκ ἔπαυσε τὴν συμπλοκὴν, ἀλλ' ἠρέτισε. Τῆς δὲ τροπῆς γενομένης, καὶ τῆς μὲν τοῦ Ἀβεννὴρ στρατιᾶς κατατάχος φευγούσης, τοῦ δὲ Ἰωὰβ κατακράτος διώκοντος, ὁ Ἀσαὴλ ὁ νεώτατος τοῦ Ἰωὰβ ἀδελφὸς, ὠκύτατος ὢν, καὶ τοῖς ὀξυτάτοις ἁμιλλώμενος ζώοις, οὐδένα μὲν τῶν ἄλλων ἐδίωκεν, ἐγλίχετο δὲ μόνον κατακοντίσαι τὸν Ἀβεννήρ. Ὁ δὲ καὶ διωκόμενος πράως ἄγαν καὶ φιλικῶς