Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.600
Not analysed yet
τοῦ, καὶ ἐπὶ τὸν λαὸν Ἰούδα, καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.» ΕΡΩΤ. Δʹ. Ποῖόν ἐστι τὸ βιβλίον τὸ εὐθές, Δῆλόν ἐστι κἀντεῦθεν, ὡς ἐκ πολλῶν προφητικῶν βιβλίων ἡ τῶν Βασιλειῶν ἱστορία συνεγράφη. Εἰπὼν γὰρ ὁ συγγραφεὺς τὰ περὶ τοῦ θρήνου, προσέθηκεν· «Ἰδοὺ γέγραπται ἐπὶ τοῦ βιβλίου τοῦ εὐθοῦς.» ΕΡΩΤ. Εʹ. Πῶς νοητέον, «Ἀκρίβασαι, Ἰσραὴλ, περὶ τῶν τεθνηκότων σου τραυματιῶν;» Μὴ σμικράν τινα, φησὶ, καὶ τὴν τυχοῦσαν ὑπολάβῃς εἶναι τὴν γεγενημένην πληγήν· ἀλλὰ λόγισαι τίνες οἱ πεπτωκότες, ὅτι βασιλεὺς, καὶ βασιλέως υἱὸς, καὶ τῶν ὁμοφύλων οἱ ἄριστοι. Ὅτι δὲ σφόδρα αὐτὸν ἠνίᾳ τὸ πάθος, μαρτυρεῖ τὰ ἑξῆς· «Μὴ ἀπέλθετε γὰρ, φησὶν, εἰς Γὲθ, μηδὲ εὐαγγελίσησθε ἐν ταῖς ὁδοῖς Ἀσκάλωνος, ὅπως μὴ εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μηδὲ γαυριάσωσι θυγατέρες ἀπεριτμήτων.» ΕΡΩΤ. ϛʹ. Τί δήποτε τοῖς ὄρεσιν ἐπηράσατο τοῖς Γελβουέ; Δηλοῖ καὶ τοῦτο τὴν τῆς ὀδύνης ὑπερβολήν. Καθάπερ γὰρ οἱ μόριόν τι τοῦ σώματος κακῶς διακείμενοι, ἢ τοῖς τοίχοις, ἢ τῇ κλίνῃ προσαράσσουσι τὰς χεῖρας, διὰ τὰς τῆς ἀλγηδόνος ἀκίδας· οὕτως ὁ θεῖος ἐκεῖνος ἀνὴρ, ὑπὸ τῆς πολλῆς ἀθυμίας φλεγόμενος, τοῖς ἀψύχοις ὄρεσιν ἐπηράσατο. ΕΡΩΤ. Ζʹ. Τινὲς κωμῳδοῦσι τὸ περὶ τοῦ Ἰωνάθαν εἰρημένον, «Ἐπέπεσεν ἡ ἀγάπη σου ἐπ' ἐμὲ, ὡς ἡ ἀγάπη τῶν γυναικῶν.» Ὡς ἠλίθιοι τοῦτο πάσχουσιν. Ἔδει γὰρ αὐτοὺς συνιδεῖν, ὡς δεῖξαι βουληθεὶς τῆς φιλοστοργίας τὸ θερμόν τε καὶ γνήσιον, τὴν εἰκόνα παρήγαγε. Τοσαύτη γάρ ἐστι τοῦ ἀνδρὸς ἡ περὶ τὴν γυναῖκα διάθεσις, ὡς τὸν περὶ τοῦ γάμου νόμον εἰπεῖν· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τοῦτο καὶ ὁ Ἐλκανᾶ δεδήλωκε τὴν Ἄνναν ψυχαγωγῶν· «Οὐκ ἀγαθός σοι γὰρ ἐγὼ, ἔφη, ὑπὲρ δέκα