Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.617
Not analysed yet
σὶν ἡμέραις ἐγερῶ αὐτόν.» Τοπασάντων δὲ τῶν Ἰουδαίων περὶ τοῦ ἀψύχου ταῦτα εἰρῆσθαι ναοῦ, ὁ εὐαγγελιστὴς ἐπήγαγεν· «Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Καὶ ὅτε ἠγέρθη ἐκ τῶν νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.» Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τῶν πιστῶν τὸν σύλλογον οἶκον Θεοῦ προσηγόρευσε. «Χριστὸς γὰρ, φησὶν, ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ ὁ οἶκός ἐσμεν ἡμεῖς.» Ταῦτα προηγόρευσεν ὁ προφήτης· «Καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ.» Περὶ δὲ τοῦ χειροποιήτου νεὼ οὕτως ἔφη· «Καὶ ἔσται ὡς ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθῇς μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ· ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου.» Ταῦτα περὶ τοῦ Σολομῶντος εἰπὼν ἀναμίγνυσι τῇ προῤῥήσει τὰ περὶ τοῦ Δεσπότου Χριστοῦ· «Ἀνορθώσω γὰρ, ἔφη, τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Ὅτι δὲ ταῦτα περὶ τοῦ Δεσπότου ἐῤῥέθη Χριστοῦ, μάρτυς ὁ θεῖος Ἀπόστολος, οὕτως εἰπὼν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Τίνι γάρ ποτε τῶν ἀγγέλων αὐτοῦ εἶπεν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» Εἶτα διδάσκει πόσης διὰ τοῦτον τὸν υἱὸν οἱ κατὰ σάρκα πρόγονοι, καὶ παρανομοῦντες, ἀπολαύουσι προμηθείας· «Ἁμαρτάνοντας γὰρ, φησὶν, ἐλέγξω μὲν καὶ παιδεύσω· τὸν δὲ ἔλεόν μου οὐκ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα.» Τὸ δὲ, «Ἐν ἁφαῖς υἱῶν ἀνθρώπων,» ἀντὶ τοῦ, Ταῖς δι' ἀνθρώπων παιδείαις, τέθεικεν· ἐπειδὴ διὰ χειρῶν καὶ ἡ ἁφὴ, καὶ ἡ ἀνθρωπίνη σφαγή. Καὶ τὰ ἑξῆς δὲ πάλιν ἥκιστα μὲν τοῖς τοῦ Ἰσραὴλ βασιλεῦσιν ἁρμόττει· ἐπὶ δὲ μόνου τοῦ Δεσπότου Χριστοῦ τὸ ἀληθὲς αὐτῶν δείκνυται. «Πιστωθήσεται γὰρ, φησὶν, ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.» Ὁ δὲ Σολομὼν οὐδὲ τὸ μακρόβιον τῶν ἄλλων ἔσχεν ἀνθρώπων, οὐδὲ εἰς τὸ τοῦ πατρὸς ἔφθασε γῆρας· καὶ τοὺς ἐκ τούτου δὲ ἅπαντας κοινὸν διεδέξατο τέλος. Δυοῖν τοίνυν θάτερον ἀνάγκη· ἢ τῷ Δεσπότῃ ταῦτα ἁρμό-