Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.620
Not analysed yet
σαι Χριστῷ, ἢ ψευδῆ φάναι τοῦ Θεοῦ τῶν ὅλων τὴν πρόῤῥησιν· ἀλλὰ τοῦτο δυσσεβὲς καὶ ἀνόσιον. Ἀνάγκη τοίνυν, κἂν μὴ θέλωσιν Ἰουδαῖοι, τὸ ἕτερον δέξασθαι. Τούτων ἀκούσας ὁ βασιλεὺς, τὸν μεγαλόδωρον ὕμνησε Κύριον· καὶ πρῶτον ὡμολόγησε τὴν οἰκείαν εὐτέλειαν· «Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με ἕως τούτου;» Δηλοῖ δὲ ὁ λόγος τῶν δωρεῶν τὸ μέγεθος. Εἶτα τὸ παντοδύναμον τοῦ Δεσπότου διδάσκων ἐπήγαγε· «Καὶ κατεσμίκρυνται σμικρὰ ταῦτα ἐνώπιόν σου, Κύριέ μου, Κύριε.» Ἐθαύμασα, φησὶ, τὴν τῶν ἐπηγγελμένων ὑπερβολὴν, εἰς ἐμαυτὸν ἀποβλέψας· σμικρὰ δὲ ταῦτα τῇ σῇ δυνάμει παραβαλλόμενα. Ἔπειτα τὸν ὕμνον ἐκτείνας, καὶ βεβαιωθῆναι τὰς ἐπαγγελίας ἀντιβολήσας, ἐπήγαγε· «Καὶ νῦν, Κύριέ μου, Κύριε, τὸ ῥῆμα ὃ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου, καὶ ὑπὲρ τοῦ οἴκου αὐτοῦ πιστωθήτω ἕως αἰῶνος.» Καὶ ὅτι τὴν ἐπαγγελίαν ἐκείνην ἱκέτευε βεβαιωθῆναι, τὰ ἐπαγόμενα μαρτυρεῖ· «Ὅτι σὺ, Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων, Οἶκον ἐκεῖνον οἰκοδομήσω σοι.» Σὺ, φησὶν, ἀγνοοῦντα ἐδίδαξας, ὅτι τὸν οἶκον ἐκεῖνον οἰκοδομήσεις, δι' οὗ περίβλεπτος ἔσομαι πᾶσιν ἀνθρώποις· ταύτην ἐμπεδωθῆναι τὴν ἐπαγγελίαν παρακαλῶ. ΕΡΩΤ. ΚΒʹ. Πῶς νοητέον τὸ, «Ἐπάταξε Δαβὶδ τὴν Μωὰβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίῳ, κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν;» Τοσοῦτον ἦν τῆς νίκης τὸ κράτος, καὶ τοσοῦτον τῶν ζωγρηθέντων τὸ πλῆθος, ὡς μὴ ἀνασχέσθαι τούτους ὑποβαλεῖν ἀριθμῷ. Ἐκέλευσε γὰρ αὐτοὺς ἐπὶ τῆς γῆς καταβληθῆναι πρηνεῖς, τριχῆ διελών· καὶ τὰς μὲν δύο μοίρας κατέκτεινε· τὴν δὲ μίαν ἐζώγρησε, καὶ φόρον φέρειν ἐκέλευσε. Τοὺς μέντοι χλιδῶνας τῶν Σύρων τοὺς χρυσοῦς κλοιοὺς ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐμὰθ δὲ τὴν Ἐπιφάνειαν τῆς Συρίας. ΕΡΩΤ. ΚΓʹ. Τί δήποτε τὰ ἅρματα τῶν Σύρων τὰ πλεῖστα διέλυσεν; Ὁ θεῖος παρακελεύεται νόμος, μὴ πολλοῖς ἵπποις