Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.624
Not analysed yet
ΕΡΩΤ. ΚΔʹ. Πῶς τοῦ Ἀδρααζὰρ τὴν πανωλεθρίαν προειρηκὼς, πάλιν αὐτὸν εἶπεν εἰς συμμαχίαν τῶν Ἀμμανιτῶν ἀφικέσθαι; Τοῦ Ἀδρααζὰρ ἧτταν εἶπε, σφαγὴν οὐκ εἶπε. Συνᾴδει δὲ καὶ τὰ νῦν εἰρημένα τοῖς ἔμπροσθεν. «Ἀπέστειλε γὰρ, φησὶν, Ἀδρααζὰρ, καὶ ἐξήγαγε τὸν Σύρον, τὸν ἐν τῷ πέραν τοῦ ποταμοῦ Χαλαμά.» Εἰ δὲ δύναμιν εἶχεν οἰκείαν, οὐκ ἂν ἑτέρας προσεδεήθη. Ὅσον μέντοι ὀνίνησι συμφορὰ, καὶ θλῖψις, καὶ μέριμνα, καὶ ἐκ τῆσδε τῆς ἱστορίας μανθάνομεν. Διωκόμενος γὰρ, φησὶν, ὑπὸ τοῦ Σαοὺλ ὁ θεῖος Δαβὶδ, πᾶσαν κατώρθου φιλοσοφίαν· καὶ παραταττόμενος δὲ, καὶ ταῖς φροντίσι τῶν πολέμων ἐνασχολῶν τὴν διάνοιαν, κατὰ τοὺς θείους ἐπολιτεύετο νόμους. Ἀνακωχῆς δὲ ὀλίγης τυχὼν, τὸν ὄλισθον ἐκεῖνον ὑπέμεινεν· «Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαβὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τῶν βασιλείων, καὶ εἶδεν ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην, καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα.» Πολὺς ὁ πόλεμος καὶ σφοδρὸς, ἄνεσις καὶ τρυφὴ, καὶ βασιλεία, καὶ ἐξουσία, καὶ σώματος ὥρα, καὶ μετὰ τροφῆς κόρον ἡ προσβολή· ὅτε καὶ τοῖς ἀσκοῦσιν ὁ σπινθὴρ ὑποτύφεται, οἷον ἀρδείαν ἐλαίου δεχόμενος τὴν τροφήν. Δῆλος δέ ἐστι καὶ σφοδρότερον [ἢ] κατὰ φύσιν ἐσχηκὼς τῆς ἐπιθυμίας τὸ πάθος. Οὐ γὰρ ἂν πλείοσιν ἐχρήσατο γυναιξὶ, μὴ τῆς φύσεως τοῦτο δρᾶσαι βιασαμένης. Ἀλλ' ἐκεῖνο μὲν οὐδεὶς ἐκώλυσε νόμος· τοῦτο δέ γε ἄντικρυς ὁ θεῖος ἀπηγόρευσε νόμος. Διακύψας τοίνυν ἁπλοϊκῶς, οὐ περιέργως, «Εἶδε τὸ γύναιον λουόμενον·» ἀλλ' οὐκ ἔφυγε τὴν θέαν, ὡς ὀλεθρίαν· ἀλλὰ καταθελχθεὶς τῷ τῆς ὥρας δελέατι, τὸ τῆς ἁμαρτίας κατέπιεν ἄγκιστρον. Καὶ ταύτην μὲν αὐτῷ τὴν ἁμαρτίαν ἡ ἐπιθυμία προὐξένησεν· τὴν δὲ ἑτέραν αἰδώς. Κύειν γὰρ τὴν γυναῖκα μεμαθηκὼς, ὑπείδετο μὲν τὸν ἔλεγχον, πᾶσαν δὲ μηχανὴν ἐκίνησεν, ὥστε τῇ