Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.625
Not analysed yet
δευτέρᾳ μὴ περιπεσεῖν ἀδικίᾳ. Μετεπέμψατο γὰρ τὸν Οὐρίαν, ὑπολαβὼν ὅτι διὰ χρόνου τὴν πόλιν καταλαβὼν συνελθεῖν ἐπιθυμήσει τῇ γυναικί. Ἐπεὶ δὲ ἐκεῖνος τὴν σωφροσύνην, καὶ τὴν ἀνδρείαν, καὶ τὴν περὶ αὐτὸν εὔνοιαν ἔδειξεν (ἐν γὰρ τοῖς προδόμοις τῶν βασιλείων μετὰ τῶν σωματοφυλάκων τὸν ὕπνον ἐδέξατο), μετεπέμψατο μὲν αὐτὸν τῇ ὑστεραίᾳ· ἐμέμψατο δὲ ὅτι τὸ σῶμα τῆς προσηκούσης οὐκ ἠξίωσε παραμυθίας. Ὁ δὲ, Οὐ δίκαιον ὑπολαμβάνω, φησὶ, τοῦ στρατηγοῦ καὶ τῆς στρατιᾶς ἁπάσης ἐν πολέμῳ καὶ πολιορκίᾳ ταλαιπωρούντων, ἐμέ τινα τῷ σώματι προσενεγκεῖν θεραπείαν καὶ τόνδε τὸν λόγον ἐβεβαίωσεν ὅρκῳ. Ἀλλ' ὁ βασιλεὺς πάλιν ἐπιμεῖναι αὐτὸν προστάξας ἑστίασε, καὶ ταῖς συχναῖς φιλοτησίαις πέραν τοῦ μέτρου πιεῖν κατηνάγκασεν, ἵνα τὴν ἐπιθυμίαν ἀρδεύσας ὁ οἶνος αὐτὸν ἐρεθίσῃ πρὸς κοινωνίαν. Ἐπεὶ δὲ ἅπαντα εἶδεν ἀσθενῆ τὰ σοφίσματα (πάλιν γὰρ ἐκεῖνος ἐν τῷ προδόμῳ τῶν βασιλείων σὺν τοῖς βασιλικοῖς ἐκαθεύδησε δορυφόροις), ὑπὸ τῆς αἰσχύνης κεντούμενός τε καὶ βιαζόμενος, τὰ πρὸς τὸν στρατηγὸν ὑπηγόρευσε γράμματα. Ὁ δὲ τῶν γεγραμμένων οὐδὲν ἐπιστάμενος ἀπῄει, τὸ ξίφος φέρων τῆς οἰκείας σφαγῆς. Εἶτα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ τὸ πένθος τῆς γυναικὸς, ὁ γάμος ἐγένετο· Ἀλλ' οὐκ εἴασε τὸ πάθος ἀνίατον ὁ τῶν ψυχῶν ἰατρὸς, οὐδὲ τὴν ἄδικον τελευτὴν περιεῖδεν· οὐδὲ διὰ τὴν ἄλλην τοῦ Δαβὶδ ἀρετὴν τὸν ἠδικημένον εἴασεν ἀνεκδίκητον. «Ἐφάνη γὰρ, φησὶ, πονηρὸν τὸ πρᾶγμα ἐνώπιον Κυρίου.» Ἐπέμφθη τοίνυν Νάθαν ὁ προφήτης κατηγορίᾳ περιθεὶς εὐπρεπὲς προσωπεῖον. Ἑτέρως γὰρ ἐν ἄλλοις θεωροῦμεν τὴν ἁμαρτίαν, καὶ ἄλλως θεωροῦμεν τὰ οἰκεῖα κακά. Ὅθεν οὐχ ὁμοίως ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις δικάζομεν. Ἐπὶ μὲν γὰρ ἄλλων δικαίαν τὴν ψῆφον ἐκφέρομεν· πολλάκις δὲ καὶ ὠμοτέραν τὴν πληγὴν ἐπιφέρομεν. Αὐτοὶ δὲ πλημμελοῦντες, ἢ παντάπασι τὴν αἴσθησιν τῆς διανοίας ἐκβάλλομεν, ἢ ὁρῶντες τὴν ἁμαρτίαν, συγγνώμην ὀρέγομεν. Τούτου χάριν ὁ προφήτης τὸ τοῦ πλουσίου καὶ τοῦ πένητος συντέθεικε δρᾶμα· καὶ τοῦ μὲν τὸν πλοῦτον διέγραψε, τοῦ δὲ τὴν ἐσχάτην πενίαν ἐλεεινῶς ἐτραγῴδησεν· «Οὐκ ἦν γὰρ αὐτῷ, φησὶν, ἄλλο οὐδὲν, ἀλλ' ἡ μία ἀμνὰς μικρὰ, ἣν ἐκτήσατο, καὶ περιεποιήσατο, καὶ ἐξέθρεψεν· καὶ συνανεστράφη μετ' αὐτοῦ, καὶ μετὰ τῶν τέκνων αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ αὐ-