Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.629
Not analysed yet
θαίου σαυτῷ εἰς γυναῖκα.» Αἰνίττεται δὲ ὁ λόγος, ὅτι πλέον ὁ Δεσπότης Θεὸς ἐχαλέπηνεν ἐπὶ τῷ γάμῳ, ἢ τῇ πρὸ τούτου γενομένῃ μοιχείᾳ. Ἐκεῖνο μὲν γὰρ ἐπιθυμίας ἦν σφοδροτάτης κάρον ἐργασαμένης τῷ λογισμῷ· τοῦτο δὲ καὶ αὐτοῦ τοῦ λογισμοῦ τὴν συγκατάθεσιν ἔχει, ὃν ἐχρῆν μετὰ τὸν ἄδικον φόνον θρηνεῖν καὶ στένειν, οὐ γάμῳ συναινεῖν παρανόμῳ. Εἶτα τὰς χαλεπὰς ἀπειλεῖ τιμωρίας, αἳ λαμπρότερον ἔδειξαν τοῦ θαυμαστοῦ βασιλέως τὸ κλέος. Αἱ γὰρ θεήλατοι πληγαὶ τὴν νόσον ἐκείνην ἐξήλασαν, καὶ τὴν προτέραν ὑγείαν ἀπέδοσαν. Τούτου γὰρ δὴ χάριν αὐτὰς ἐπενήνοχεν ὁ τῶν ψυχῶν ἰατρός. Προσέθηκε δὲ ταῖς ἀπειλαῖς, ὅτι «Σὺ μὲν ἐποίησας ἐν κρυπτῷ· ἐγὼ δὲ ποιήσω τὸ ῥῆμα τοῦτο ἐνώπιον παντὸς τοῦ λαοῦ τούτου.» Λαθεῖν, φησὶν, ἐθέλησας, τὸν φόνον ἐκάττυσας· ἀλλ' ἐγώ σου τὴν ἁμαρτίαν ἅπασι ποιήσω κατάδηλον. Τούτων ὁ Δαβὶδ ἀκούσας τῶν λόγων, οὐκ ἐδυσφόρησεν ὡς ὑπ' ἀνδρὸς πένητος ἐλεγχόμενος. ᾜδει γὰρ τὸν διὰ τούτου φθεγγόμενον, καὶ ἐβόησεν· «Ἡμάρτηκα τῷ Κυρίῳ.» Ἀλλ' εὐθὺς ὁ προφήτης, τὴν τῆς ἁμαρτίας ὁμολογίαν δεξάμενος, καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ θαῤῥήσας, ἐπήγαγε· «Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς.» Διπλοῦν ὤφειλε θάνατον· καὶ γὰρ ὁ μοιχὸς καὶ ὁ ἀνδροφόνος ἀνῃροῦντο κατὰ τὸν νόμον· ἀλλ' ἔλυσε τοῦ θανάτου τὴν ψῆφον ἡ τῆς ἁμαρτίας ὁμολογία. Παντοδαπαῖς δὲ αὐτὸν, οἷα δὴ πάνσοφος ἰατρὸς, παιδείαις ὑπέβαλε· τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει. Εἰρηκὼς γὰρ ὁ προφήτης, «Οὐ μὴ ἀποθάνῃς,» ἐπήγαγε· «Πλὴν ὅτι παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν Κύριον ἐν τῷ λόγῳ τούτῳ.» Τοῦτο δὲ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, «Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου.» Γυμνωθεὶς γὰρ τῆς θείας κηδεμονίας, παρεσκεύασε τοὺς ἀλλοφύλους νικᾷν, καὶ μέγα φρονεῖν κατὰ τοῦ τῶν ὅλων Θεοῦ. Πρῶτον μέντοι τὸ μοιχίδιον παιδίον ἐπάταξεν ὁ Θεός. Ὁ δὲ Οὐρίας ἔοικεν ἐκ μὲν τῶν ἀλλοφύλων ὡρμῆσθαι, προσήλυτος δὲ γεγενῆσθαι· Χετθαῖον γὰρ αὐτὸν ὁ τῶν ὅλων Θεὸς προσηγόρευσε· καὶ ἔδειξεν ὡς ἀδικούμενον οὐδένα περιορᾷ, ἀλλὰ κἂν ἀλλόφυλος ὁ ἀδικούμενος ᾖ, ὁ δὲ ἀδικῶν Ἑβραῖος, ἐκείνῳ μὲν ἐπαμύνει, τὸν δὲ ἀδικοῦντα κολάζει. ΕΡΩΤ. ΚΕʹ. Τί δήποτε τὸ ἀρτιγενὲς παιδίον θανάτῳ παρέδωκεν ὁ Θεός; Ἤμελλεν εἶναι ζῶν τῆς παρανομίας ἔλεγχος,