Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.632
Not analysed yet
καὶ τοῦ εὐσεβοῦς βασιλέως ὄνειδος. Τοῦ προφήτου τοίνυν κηδόμενος, ζῇν αὐτὸ οὐκ εἴασεν ὁ Δεσπότης. ΕΡΩΤ. Κϛʹ. Τί ἑρμηνεύεται τὸ Ἰεδδίδει; Ὁ Ἀκύλας, ἕνεκεν Κυρίου, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, εἰς βασιλέα ἀφωρισμένον. ΕΡΩΤ. ΚΖʹ. Τινὲς ὡς ἀπηνῆ τὸν Δαβὶδ ἐπιμέμφονται τοιαύταις τιμωρίαις τοὺς Ἀμμανίτας κολάσαντα. Ἀναμεμνῆσθαι δεῖ ὧν κατὰ τοῦ Ἰσραὴλ τετολμήκασι. Τοὺς δεξιοὺς γὰρ αὐτῶν ὀφθαλμοὺς ἐξώρυττον· καὶ τὰς ἄλλας δὲ αὐτῶν ὠμότητας οἱ προφῆται διδάσκουσι. Τὴν ἴσην τοίνυν ὧν ἐτόλμησαν ἔτισαν ποινήν. ΕΡΩΤ. ΚΗʹ. Τὸν Ἰωναδὰβ τοῦ Σαμαὰ τὸν υἱὸν τί δήποτε φρόνιμον ὠνόμασε, τοιαύταις χρησάμενον συμβουλίαις; Καὶ τὸν ὄφιν οὕτως ὁ Μωσῆς φρονιμώτατον εἶπεν εἶναι πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς. Τοιγάρτοι ἰστέον, ὡς οὐ πανταχῆ τὸ φρόνιμον ἐπὶ ἐπαίνου τάττειν εἴωθεν ἡ θεία Γραφή. «Σοφοὶ γάρ εἰσιν, φησὶ, τοῦ κακοποιῆσαι.» —»Καὶ ἐξελέξατο, φησὶν, ὁ Θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς.» Καὶ ὁ Σολομὼν ἐσοφίσατο «ὑπὲρ πάντας σοφοὺς Αἰγύπτου·» δυσσεβεῖς δὲ ἦσαν οἱ Αἰγύπτου σοφοί. Ἐνταῦθα οὐ τὴν συμβουλὴν τοῦ Ἰωναδὰβ ἐπῄνεσεν ἡ θεία Γραφὴ, ἀλλὰ τὰς ἐκείνου φρένας, ὡς ἐπιτηδείως ἐσχηκυίας πρὸς τὸ συνορᾷν τὸ πρακτέον. Ἀλλ' οὐκ ἐχρήσατο εἰς δέον τῇ φύσει· ἀλλὰ τῇ τοῦ Ἀμνὼν ἀκολασίᾳ συνέπραξε, καὶ τῆς τολμηθείσης παρανομίας μετέλαχεν· «Εἰ ἐθεώρεις γὰρ, φησὶ, κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις.» Τὸν δὲ χιτῶνα τὸν ἀστραγαλωτὸν, ὁ μὲν Ἀκύλας καρπωτὸν ἡρμήνευσεν, ἀντὶ τοῦ καρποὺς ἐνυφασμένους ἔχοντα·