Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.653
Not analysed yet
τοίνυν, ὡς τῆς ἀδίκου τῶν Γαβαωνιτῶν ἀναιρέσεως εὐθύνας εἰσπράττεται, αὐτοῖς ἐχρήσατο τοῖς ἠδικημένοις κριταῖς. «Εἶπε γὰρ, φησὶν, ὁ Δαβὶδ πρὸς τοὺς Γαβαωνίτας, Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου;» Ἀλλὰ τούτων οὐκ ἐπακούουσιν Ἰουδαῖοι τῶν λόγων, ὅτι τῆς Χαναναίων εὐλογίας τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐδεήθη· ἀλλ' ἐπὶ τοῖς προγόνοις μέγα φρονοῦσι, καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὡς ἀρετὴ πολλῷ περιφανεστέρα προγονικῆς εὐγενείας· καὶ κρινεῖ, κατὰ τὸν θεῖον Ἀπόστολον, ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον πληροῦσα, τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. Ὥσπερ τοίνυν οἱ τηνικάδε ἡμαρτηκότες Ἰσραηλῖται τῆς Χαναναίων ἐδεήθησαν εὐλογίας· οὕτω καὶ οἱ τὸν Δεσπότην ἐσταυρωκότες τῆς προγονικῆς ἐξέπεσον εὐλογίας, καὶ τῆς τῶν πεπιστευκότων ἐθνῶν διδασκαλίας προσδέονται. Κἀκεῖνο δὲ πρὸς τούτοις ἐπισημήνασθαι δεῖ, ὡς ὁ Σαοὺλ ζήλῳ χρησάμενος μετὰ τῶν ἄλλων Χαναναίων τοὺς Γαβαωνίτας κατέκτεινε. Τοῦτο γὰρ ἡ θεία διδάσκει Γραφή· «Οὐκ ἦσαν γὰρ, φησὶν, οἱ Γαβαωνῖται ἐκ τῶν υἱῶν Ἰσραὴλ, ὅτι ἀπὸ τῶν καταλοίπων Ἀμοῤῥαίων ἦσαν· καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς μὴ ἀπολέσαι αὐτούς· καὶ ἐζήτησε Σαοὺλ τοῦ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα.» Διδάσκει τοίνυν ἡμᾶς ὁ λόγος, μὴ παραβαίνειν τὰς ἐπὶ Θεοῦ μεθ' ὅρκων γινομένας συνθήκας, κἂν εἰς ἄλλων ὠφέλειαν ἡ παράβασις γίγνηται· Οἱ μέντοι Γαβαωνῖται ἑπτὰ ᾔτησαν ἄνδρας τῆς Σαοὺλ συγγενείας, ἰσαρίθμους ταῖς ἡμέραις ἐν αἷς ὁ χρόνος ἀνακυκλεῖται· «Οὐκ ἔστι γὰρ ἡμῖν, ἔφασαν, ἀργύριον, οὐδὲ χρυσίον μετὰ Σαοὺλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ· καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ. Ὁ ἀνὴρ ὁ συντελέσας ἡμᾶς, καὶ διώξας ἡμᾶς, καὶ ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ καθίστασθαι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Καὶ δοθήτωσαν ἡμῖν ἑπτὰ ἄνδρες ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασόμεθα ἐν αὐτοῖς τῷ Κυρίῳ ἐν τῷ βουνῷ τοῦ Σαοὺλ ἐκλεκτοὺς τῷ Κυρίῳ.» Ἡ οὖν τῶν Γαβαωνιτῶν μητρόπολις Γαβαὼν ἐκαλεῖτο· μεταβαλλόμενον δὲ τοῦτο τὸ ὄνομα εἰς τὴν Ἑλλάδα γλῶσσαν βουνὸς ὀνομάζεται. Ἐν ἐκείνῳ τοίνυν τῷ χωρίῳ τοὺς ἐκδοθέντας αὐτοῖς ἀνεσκολόπισαν ἄνδρας, ἐν ᾧ τὰς παρανόμους ἐτόλμησεν ἐκεῖ-