Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.656
Not analysed yet
νος σφαγάς. Τὸ γὰρ «ἐξηλίασαν,» ὁ Ἀκύλας ἀνέπηξαν εἶπεν. Οὗτοι δὲ ἦσαν δύο μὲν υἱοὶ τοῦ Σαοὺλ νόθοι, πέντε δὲ υἱωνοὶ αὐτοῦ. Ὕστερον δὲ ταφῆς καὶ τούτους ἠξίωσεν ὁ εὐσεβὴς βασιλεύς. Τῆσδε τῆς τιμωρίας γεγενημένης, ἵλεως ὁ Δεσπότης ἐγένετο, καὶ τῶν νεφελῶν ἔλυσε τὰς ὠδῖνας, καὶ τῇ γῇ συνήθως δοῦναι προσέταξε τοὺς καρπούς. Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν, ὡς γένους ὁ Δεσπότης οὐκ οἶδε διαφορὰν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως. ΕΡΩΤ. ΜΓʹ. Πόθεν ὁ Δαβὶδ παραταττόμενος ἐξελύθη; Πρεσβύτης ἦν· ἐνίκα δὲ τῇ προθυμίᾳ τοῦ σώματος τὴν ἀσθένειαν. Πολὺν δὲ πόνον ὑπομείνας ἐν τῇ συμπλοκῇ (πρόμαχος γὰρ τῆς φάλαγγος ἦν), διελύθη τὸν πόνον οὐκ ἐνεγκών. Ἀναιρεθῆναι δὲ κινδυνεύσας ὑπὸ τοῦ προμάχου τῶν ἀλλοφύλων, παρὰ δόξαν ἐσώθη, τοῦ Ἀβεσσὰ προασπίσαντος, καὶ τὸν μέγιστον ἐκεῖνον πολέμιον κτείναντος. Κἀντεῦθεν τοίνυν ἔστι μαθεῖν, ὡς γίγαντας ὠνόμαζον τοὺς μείζονα σώματα ἔχοντας. Καὶ γὰρ οὗτος ἀπόγονος ἦν γιγάντων, ὡς ὁ ἱστοριογράφος ἐδίδαξε. Τοῦ δὲ βασιλέως τὸν κίνδυνον μεμαθηκὼς ὁ στρατὸς, ὤμοσε μηκέτι συγχωρήσειν αὐτῷ, συμπλοκῆς κοινωνήσειν. Καὶ δίκαιον γὰρ καὶ συμφέρον εἶξαι τῷ γήρᾳ, καὶ ἔνδον καθήμενον διατάττειν τὴν στρατιάν. Ὁ δὲ ἱστοριογράφος καὶ ἄλλων ἐμνήσθη γιγάντων, οὓς διὰ ῥώμην καὶ μέγεθος σώματος οὕτως οἱ τότε ὠνόμαζον, καὶ οὔτε ὡς δυσσεβεῖς, καθά τινες ἔφασαν, οὔτε ὡς πολὺν βιώσαντας χρόνον. Μετὰ τούτους δὲ τοὺς πολέμους ἐπινίκιον τῷ Θεῷ συντέθεικεν ὕμνον ὁ θεῖος Δαβίδ. Ἔστι δὲ σύμφωνος τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ· μᾶλλον δὲ [ὁ] αὐτός ἐστιν, ὀλίγας ἔχων ὀνομάτων ἐναλλαγάς. Ἐγὼ δὲ μετὰ τῶν ἄλλων ψαλμῶν καὶ τοῦτον ἑρμηνεύσας, περιττὸν ὑπέλαβον δευτέραν ἑρμηνείαν ποιήσασθαι. Ἔχει δὲ καὶ πρόῤῥησιν περὶ τοῦ Σωτῆρος Χριστοῦ· «Ἐξείλω με γὰρ, φησὶν, ἐκ λαοῦ, ἔθου με εἰς φῶς ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Εἰς φῶς δὲ ἐθνῶν γέγονεν οὐχ ὁ Δαβὶδ, ἀλλ' ὁ ἐκ Δαβὶδ κατὰ σάρκα, ὁ τοῦ Δαβὶδ καὶ κύριος καὶ υἱός. Εἰ δὲ καὶ ὁ Δαβὶδ γέγονεν εἰς φῶς ἐθνῶν, δηλονότι τῇ μελῳδίᾳ καταυγάζων τοὺς τῷ Δεσπότῃ πεπιστευκότας Χριστῷ. Ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις ἡ πνευματικὴ τοῦ Δαβὶδ ὑμνῳδία τὰς τῶν εὐσεβῶν φωτίζει ψυχάς. Ἐπειδὴ δὲ Ἰουδαῖοι προφήτην αὐτὸν ὀνομάζειν