Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.660
Not analysed yet
αὐτὸν ἐκάλεσε τοῦ Ἰεσσαὶ, υἱὸν δὲ τοῦ Ἰοδαὲ υἱοῦ Ἰεσσαί. Καὶ τούτου δὲ τὴν ἀνδραγαθίαν πολλάκις εἰπὼν, προστέθεικεν, ὅτι «Ὑπὲρ τοὺς τρεῖς ἔνδοξος ἦν, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο.» Τῆς γὰρ τῶν τριῶν λειπόμενος ῥώμης, ἔνδοξος ἦν, ὡς τὴν φυλακὴν τοῦ βασιλέως πεπιστευμένος· κατέστησε γὰρ αὐτὸν, φησὶ, Δαβὶδ ἐπὶ τὴν φυλακήν. ΕΡΩΤ. ΜΕʹ. Τί δήποτε τοῦ Δαβὶδ ἀριθμήσαντος, ὁ λαὸς τὴν τιμωρίαν ἀνεδέξατο; Οἰκείας παρανομίας δίκας ἔτισεν ὁ λαός. Καταλιπὼν γὰρ τὸν εὐσεβῆ βασιλέα, τυράννῳ δυσσεβεῖ καὶ πατραλοίᾳ παιδὶ συνεστράτευσε, φονῶντι κατὰ πατρὸς εὐσεβοῦς καὶ προφήτου, καὶ παρὰ τοῦ τῶν ὅλων Θεοῦ τῆς βασιλείας δεξαμένου τὴν χειροτονίαν. Αὔξει δὲ αὐτῶν τὴν κατηγορίαν, τὸ τὸν μὲν Σαοὺλ καταψηφισθέντα, καὶ τῆς θείας χάριτος γυμνωθέντα, μὴ καταλιπεῖν ἕως τοῦ βίου τὸ τέρμα κατέλαβε, καὶ ταῦτα τοῦ Δαβὶδ ὑπὸ προφήτου χρισθέντος· τὸν δὲ μυρίων αὐτοῖς ἀγαθῶν γενόμενον πρόξενον, καὶ τὸ τῶν ἀλλοφύλων καταλύσαντα θράσος, καὶ τὸν μὲν Ἀμαλὴκ παραδόντα πανωλεθρίᾳ, Ἰδουμαίους δὲ, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ Σύρους ἑκατέρους καὶ χειρωσάμενον καὶ δουλωσάμενον, καὶ φέρειν ἀναγκάσαντα φόρους, καὶ προφητικῆς ἀπολαύσαντα χάριτος, μὴ μόνον καταλιπεῖν, ἀλλὰ καὶ ἀντιπαρατάξασθαι, καὶ δρᾶσαι τὰ πολεμίων, καὶ συμπρᾶξαι μιαιφόνῳ καὶ δυσσεβεῖ καὶ παρανόμῳ παιδί. Τούτων οὖν αὐτοὺς ὁ δίκαιος κριτὴς εἰσεπράξατο δίκας, καὶ διὰ τοῦ Δαβὶδ εἰσεπράξατο, ἐπειδήπερ αὐτὸν ἠδίκησαν. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «Καὶ προσέθετο ὀργὴ Θεοῦ, τοῦ θυμωθῆναι ἐν Ἰσραήλ.» Οὐκ εἶπεν, Ἐν Δαβὶδ, ἀλλ', «Ἐν Ἰσραήλ.» Τοιγάρτοι πρόφασις ἦν τῆς τιμωρίας ὁ γενόμενος ἀριθμός· «Ἐπέσεισε γὰρ, φησὶ, τὸν Δαβὶδ εἰς αὐτοὺς, λέγων, Πορεύθητι, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.» Ἀλλ' οὐ διὰ λόγων ἐκελεύσθη· ἦ γὰρ ἂν, εὐθύνας τῆς ἀριθμήσεως εἰς-