Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.657
Not analysed yet
οὐ βούλονται, ὡς ἐναργῶς ἄγαν τὰ περὶ τοῦ Σωτῆρος ἡμῶν καὶ τῆς τῶν ἐθνῶν προθεσπίσαντα πίστεως, ἀκουσάτωσαν αὐτοῦ λέγοντος, «Πιστὸς Δαβὶδ ὁ υἱὸς Ἰεσσαὶ, πιστὸς ἀνὴρ, ὃν ἀνέστησεν ὁ Θεὸς χριστὸν, ὁ Θεὸς Ἰακώβ. Καὶ ὡραῖος ὁ ψαλμὸς τοῦ Ἰσραήλ· Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. Εἶπεν ὁ Θεὸς Ἰακὼβ ἐν ἐμοὶ λαλῆσαι.» Εἰ δὲ καὶ Πνεῦμα Κυρίου ἐλάλησεν ἐν αὐτῷ, καὶ ὁ Θεὸς Ἰακὼβ εὐδόκησεν ἐν αὐτῷ λαλῆσαι, προφήτης ἄρα ἐστὶ, καὶ προφήτης μέγιστος· ἐπειδὴ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ ἐδήλωσεν αὐτῷ ὁ Θεός. Ὅσον μέντοι ὤνησεν αὐτὸν ἡ παιδεία, ἡ ἱστορία διδάσκει. Τῇ πείρᾳ γὰρ μαθὼν, ὅσων ἡ ἐπιθυμία πρόξενος συμφορῶν, ὠρέχθη μὲν ὕδατος ψυχροῦ, ἀνεμνήσθη δὲ τοῦ ἐν Βηθλεέμ. Τρεῖς δὲ τῶν ἀριστεύειν εἰωθότων ἐν μάχαις τῶν ἀλλοφύλων, περὶ τὴν Βηθλεὲμ ἐστρατοπεδευκότων, ἐσπούδασαν, καὶ μὴ προστεταχότος τοῦ βασιλέως, κομίσαι τὸ ὕδωρ. Καὶ μέσην διελθόντες τῶν πολεμίων τὴν στρατιὰν, καὶ τὸ ὕδωρ ἀνιμήσαντο, καὶ κατατάχος ἀνέστρεψαν, οὐδενὸς τῶν ἀλλοφύλων προσβαλεῖν ἐπιχειρήσαντος. Ἔδεισαν γὰρ αὐτῶν τὴν τῆς εὐτολμίας ὑπερβολήν. Ἀλλ' ὁ πάντα ἄριστος βασιλεὺς οὐκ ἠνέσχετο τοῦ ὕδατος ἐκείνου τοῦ ποθουμένου μεταλαχεῖν· ἀλλ' εὐσεβεῖ λογισμῷ τῆς ἐπιθυμίας ἐκράτησεν· αἷμα γὰρ αὐτὸ τῶν κομισάντων ὠνόμασεν· ἐπειδὴ τοῦ βασιλέως τὴν θεραπείαν τῆς οἰκείας προτιμήσαντες σωτηρίας ῥιψοκινδύνως διέκοψαν τῶν πολεμίων τὴν φάλαγγα, καὶ παραδόξως ἐσώθησαν. Ὅθεν αὐτὸ σπονδὴν προσεκόμισε τῷ σεσωκότι Θεῷ· εἰς τοσαύτην αὐτὸν ἡ παιδεία φιλοσοφίαν ἤγαγεν. ΕΡΩΤ. ΜΔʹ. Πῶς νοητέον, «Οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισὶν, ἔνδοξος ὑπὲρ τοὺς δύο, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο;» Τῶν τριῶν καὶ τὴν ῥώμην καὶ τὴν ἀνδρείαν ἐπῄνεσε. Τὸν δὲ Ἀβεσσὰ τῶν δύο μὲν εἴρηκε κρείττονα, τοῦ πρώτου δὲ ἥττονα. Ἐκεῖνος γὰρ ἐννακοσίους ἀνῄρει παραταττόμενος, ἑξακοσίους δὲ οὗτος. Πρῶτος δὲ τῶν τριῶν, οὐ κατὰ τὸ ἔργον, ἀλλὰ κατὰ τὴν ἀρχήν. Ἰστέον δὲ καὶ τοῦτο, ὡς Βανέας υἱὸς Ἰοδαὲ ἀδελφιδοῦς ἦν τοῦ βασιλέως· ἔκγονον γὰρ