Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.677
Not analysed yet
Ἐντεῦθεν νοητέον τὰ περὶ τῶν ἄλλων ἱστορούμενα βασιλέων, ὅτι ἐξῆραν τὰ ἄλση, καὶ τὰς στήλας τοῦ Βαὰλ συνέτριψαν· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆραν. Καὶ γὰρ Ἀσὰ, καὶ Ἰωσαφὰτ, καὶ ἄλλοι τινὲς, τὸ τοῖς δαίμοσι θύειν ἐκώλυσαν, καὶ τὰ ἐκείνων τεμένη κατέλυσαν· οὐ μὴν ἐπαύσαντο τοῦ ἐν τοῖς ὑψηλοῖς τὰς θυσίας προσφέρειν. Τῷ μέντοι Ἰεζεκίᾳ, καὶ τῷ Ἰωσίᾳ, ταύτην τὴν τελειότητα μεμαρτύρηκεν ἡ θεία Γραφή. Ὅτι δὲ ἐν τοῖς ὑψηλοῖς τῷ Θεῷ τῶν ὅλων τὰς θυσίας προσέφερον, τὰ ἑξῆς μαρτυρεῖ· «Ἠγάπησε γὰρ, φησὶ, Σολομὼν τὸν Κύριον, τοῦ πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία·» τουτέστιν οὐ πρὸ τῆς σκηνῆς, οὐδὲ πρὸ τῆς κιβωτοῦ, κατὰ τὸν θεῖον νόμον. Ὅτι δὲ οὐ τοῖς εἰδώλοις, ἀλλὰ τῷ Θεῷ τότε τὰς ἑκατόμβας καὶ χιλιόμβας προσέφερε, σαφῶς ἡμᾶς ἡ ἱστορία διδάσκει· «Ἐπορεύθη γὰρ, φησὶ, Σολομὼν εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη, χιλίαν ὁλοκαύτωσιν δεχομένη. Καὶ ἀνήνεγκε Σολομὼν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Γαβαὼν, καὶ ὤφθη Κύριος τῷ Σολομῶντι ἐν ὕπνῳ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ, Αἴτησαι αἴτημα σεαυτῷ.» Οὐκ ἂν δὲ, εἰ τοῖς εἰδώλοις τὰς θυσίας προσενηνόχει, ὁ Θεὸς αὐτῷ ἀνταπέδωκε τὰς παντοδαπὰς δωρεάς. Τούτων γὰρ ἁπάντων ὁμοῦ τῶν κατὰ τὸν βίον, ἢ ὄντων, ἢ δοκούντων ἀγαθῶν τὴν σοφίαν προελομένου, δέδωκεν ὁ μεγαλόδωρος σοφίας μὲν χάριν, ὅσην ἡ φύσις ἐδέχετο· πλοῦτον δὲ καὶ δυναστείαν, καὶ τὴν ἐν εἰρήνῃ βασιλείαν, ὑπὲρ πάντας τοὺς τηνικάδε βασιλέας· ὥστε τούτου τὸ κλέος πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν. Ἀξιάγαστα δὲ αὐτοῦ καὶ τῆς προσευχῆς τὰ ῥήματα. Ἀναμνήσας γὰρ τῶν ὑπαρξάντων ἀγαθῶν τῷ πατρὶ, καὶ τὸν τούτων χορηγὸν ἀνυμνήσας, τὴν ὑπὲρ ἑαυτοῦ ἱκετείαν προσήνεγκε· «Καὶ νῦν, Κύριέ μου, Κύριε, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ τοῦ Δαβὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρὸν, καὶ οὐκ οἶδα τὴν εἴσοδόν μου καὶ τὴν ἔξοδόν μου. Καὶ ὁ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολὺν, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐ διαριθμηθήσεται ἀπὸ τοῦ πλήθους, καὶ οὐ διηγηθήσεται· καὶ δώσεις τῷ δούλῳ σου καρδίαν φρονίμην, τοῦ ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοῦ συνιέναι ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ.» Διὰ δὲ τούτων καὶ τῆς φύσεως ἔδειξε τὴν ἀσθένειαν, καὶ τῆς ἡλικίας τὸ ἀτελὲς, καὶ τῆς δοθείσης ἐξου-