Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.680
Not analysed yet
σίας τὸ μέγεθος, καὶ τὸ τῆς κρίσεως ἐπικίνδυνον, καὶ τῆς φρονήσεως τὸ ἀναγκαῖον, καὶ τὸ συνετὸν τῆς αἰτήσεως. Ὅθεν ὁ Δεσπότης Θεὸς ἐπαινέσας τὴν αἴτησιν, καὶ ταύτην ἔδωκε, καὶ τἄλλα προὐτέθεικε. Τοῦτο κἀν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Δεσπότης ἐνομοθέτησεν· «Αἰτεῖτε γὰρ, φησὶν, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν.» Ταύτας μέντοι τῷ Σολομῶντι τὰς δωρεὰς δέδωκεν ὁ Θεὸς, πάσης δὲ αὐτὸν ἀξιώσειν προμηθείας ὑπέσχετο· «Ἐὰν πορευθῇς γὰρ, φησὶν, ἐν τῇ ὁδῷ μου, τοῦ φυλάσσειν τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, ἐν οἷς ἐπορεύθη Δαβὶδ ὁ πατήρ σου, καὶ μακρυνεῖς τὰς ἡμέρας σου.» ΕΡΩΤ. ΙΓʹ. Πῶς νοητέον τὸ, «Ἐξυπνίσθη Σολομὼν, καὶ ἰδοὺ ἐνύπνιον;» Διαναστὰς, φησὶ, τοῦ ὀνείρατος ἀνεμνήσθη· καὶ συνεὶς θείαν οὖσαν τὴν ἀποκάλυψιν, ἐπανῆλθε μὲν εἰς τὴν μητρόπολιν, πρὸ δὲ τῆς θείας κιβωτοῦ χαριστήριον θυσίαν προσήνεγκεν. ΕΡΩΤ. ΙΔʹ. Τὸ κατὰ τὰς δύο ἑταίρας διήγημα τίνος χάριν τέθεικεν ὁ τὴν ἱστορίαν γραψάμενος; Ἐπιδεῖξαι τὴν τοῦ βασιλέως ἐβουλήθη σοφίαν. Σοφωτάτης γὰρ τῷ ὄντι διανοίας, τὸ τὰ λανθάνοντα δεῖξαι, καὶ τὰ κεκρυμμένα δηλῶσαι, καὶ προσενεγκεῖν τῇ φύσει τὴν βάσανον, καὶ αὐτῇ τῆς δίκης ἐπιτρέψαι τὴν ψῆφον. Αὐτίκα γοῦν ἡ μὲν μήτηρ ἐδείχθη, ἡ δὲ οὐ μήτηρ ἠλέγχθη, ΕΡΩΤ. ΙΕʹ. Παύσας τὸν Ἀβιάθαρ πῶς αὐτὸν πάλιν συνέταξε τῷ Σαδώκ; Τὴν ἀρχὴν ἀφείλετο, οὐ τῆς ἱερωσύνης ἐγύμνωσεν. Τὴν γὰρ τῆς ἱερωσύνης ἀξίαν οὐκ ἐκ χειροτονίας, ἀλλ' ἐκ γονικῆς εἶχον διαδοχῆς. ΕΡΩΤ. Ιϛʹ. Τὰ χορηγούμενα τῇ τραπέζῃ τοῦ βασιλέως τίνες ἀνήλισκον; Οὐχ οἱ θεράποντες μόνον, ἀλλὰ καὶ τῶν σωματοφυλάκων τὸ πλῆθος· ἀσπιδηφόροι καὶ δορυφόροι, καὶ οἱ συνεσθιόμενοι ἄρχοντες. ΕΡΩΤ. ΙΖʹ. Τίνες οἱ περὶ τὸν Αἰθὰμ καὶ Αἰμὰν, οὒς ἀπέκρυψεν ὁ Σολομὼν τῇ σοφίᾳ; Κατ' ἐκεῖνο καιροῦ ἦσάν τινες ἐν σοφίᾳ ἐπί-