Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.684
Not analysed yet
μήνευσαν. Ὁ δὲ βάτος μέτρον ἐστὶ Παλαιστίνων, ἑβδομήκοντα καὶ τέσσαρας χόας χωροῦν, ὡς Ἰώσηπος ἔφησεν. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε οὐκ εὐθὺς βασιλεύσας, ἀλλ' ἐν τετάρτῳ ἔτει τῆς οἰκοδομίας ἤρξατο; Τὰς ὕλας ηὐτρέπισε πρότερον· εἶθ' οὕτω κατέπηξε τὰ θεμέλια· τοῦτο καὶ ὁ ἱστοριογράφος ἐδίδαξε· «Καὶ ἡτοίμασε τοὺς λίθους, καὶ τὰ ξύλα, τρισὶν ἔτεσιν εἰς τὴν οἰκοδομὴν τοῦ οἴκου.» ΕΡΩΤ. ΚΓʹ. Εἰ λίθοις ἀπελεκήτοις τὸν ναὸν ᾠκοδόμησε, ποῦ τοσούτων ἐδεῖτο λατόμων; Αὐτὸν τὸν ναὸν ἐξ ἀπελεκήτων ᾠκοδόμησε λίθων, τῆς θείας Προνοίας τοιούτους αὐτοφυεῖς εὑρεθῆναι λίθους ἐθελησάσης, ὥστε μηδενὸς εἰς ἁρμονίαν δεηθῆναι σιδήρου, ἀλλ' ὑπὲρ πᾶσαν οἰκοδομικὴν τέχνην ἀλλήλοις συναρμοσθῆναι. Τοῖς δὲ τμητοῖς λίθοις τὸν τοῦ ἱεροῦ περίβολον ἐδομήσατο, καὶ τὰ βασίλεια, καὶ τὸ τῆς μητροπόλεως τεῖχος, καὶ τὰς ἄλλας πόλεις, ἃς ὀχυρωτέρας ἀπέφηνεν. Ἐν κεφαλαίῳ δὲ τοῦ νεὼ τὴν οἰκοδομίαν ἐκφράσω. Τούτου τὸ μῆκος ἑξήκοντα πήχεων ἦν, εἴκοσι δὲ τὸ εὖρος. Ἐτέτραπτο δὲ οὐ πρὸς ἕω· ἵνα οἱ προσευχόμενοι μὴ τὸν ἥλιον ἀνίσχοντα προσκυνῶσιν, ἀλλὰ τὸν τοῦ ἡλίου Δεσπότην. Θαυμαζέτω δὲ μηδεὶς, εἰ τῆς θείας Γραφῆς τεσσαράκοντα πήχεων τὸ μῆκος, εἴκοσι δὲ τὸ εὖρος εἰρηκυίας, τὸ μῆκος ἑξήκοντα εἶπον ἐγώ. Μετ' ὀλίγα γὰρ καὶ τῶν ἄλλων εἴκοσι ἐπιμέμνηται, τὰ ἅγια τῶν ἁγίων ἐπιδεικνῦσα. Ταῦτα καὶ Δαβεὶρ ὀνομάζει. Οὐκοῦν τεσσαράκοντα μὲν πήχεων ὁ ἄλλος ναὸς ἦν, εἴκοσι δὲ τῶν ἁγίων τὰ Ἅγια. Συνῳκοδόμηντο δὲ τῷ ναῷ καὶ ἔξωθεν οἰκίσκοι ἕτεροι, ὥστε καὶ τὴν οἰκοδομὴν συνέχειν, καὶ μηδένα τῶν Λευϊτῶν προσψαύειν τοῖς τοῦ ναοῦ τοίχοις. Μόνοις γὰρ τοῖς ἱερεῦσιν εἰσιτητὸν ἦν εἰς τὸν πρῶτον ναὸν τὸν καλούμενον Ἅγια· εἰς δὲ τὸ ἄδυτον καὶ ἀνάκτορον, ἅπερ Ἅγια τῶν ἁγίων ὠνόμασεν, οὐδὲ τούτοις ἐπιβαίνειν ἐξῆν. Μόνος γὰρ ὁ ἀρχιερεὺς τῶν ἀψαύστων κατατολμᾷν ἐπετέτακτο· καὶ οὐδ' οὗτος ἀεὶ, ἀλλ' ἐν τῷ ἑβδόμῳ μηνὶ, τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ. Ἐν δέ γε τοῖς οἰκίσκοις ἐκείνοις, τοῖς ἐν κύκλῳ τοῦ ναοῦ δεδο-