Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.681
Not analysed yet
σημοι· ὅθεν αὐτῶν καὶ ὀνομαστὶ ἐμνήσθη. Ὁ δὲ Αἰθὰμ καὶ Αἰμὰν τῶν ψαλτῳδῶν ἦσαν, ἐν κινύραις, καὶ ναύλαις, καὶ κυμβάλοις τὸν Θεὸν ἀνυμνοῦντες. ΕΡΩΤ. ΙΗʹ. Πῶς νοητέον τὸ, «Ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ, καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου,» καὶ τὰ ἑξῆς. Καὶ τὰς φύσεις, καὶ τὰς δυνάμεις, καὶ τῶν βοτανῶν, καὶ τῶν δένδρων, καὶ μέντοι καὶ τῶν ἀλόγων ζώων πεφυσιολογηκέναι αὐτὸν εἴρηκεν· ἐντεῦθεν οἶμαι καὶ τοὺς τὰς ἰατρικὰς βίβλους συγγεγραφότας ἐρανίσασθαι πάμπολλα· καὶ τῶν θερμῶν καὶ ψυχρῶν, καὶ μέντοι καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν συνθεῖναι τὰς τάξεις, καὶ ἥδε τῆσδε τῆς βοτάνης ὅσῳ τινὶ μέτρῳ θερμοτέρα ἢ ψυχροτέρα· καὶ τοῦδε τοῦ ζώου τόδε τὸ μόριον τίνος πάθους ἀλεξιφάρμακον· οἷον ἡ τῆς ὑαίνης χολὴ, ἢ τὸ λεόντειον στέαρ, ἢ τὸ ταύρειον αἷμα, ἢ τῶν ἐχιδνῶν αἱ σάρκες. Περὶ τούτων γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν συγγεγράφασιν, ἐκ τῶν Σολομῶντι συγγεγραμμένων εἰληφότες τῶν πρώτων τὰς ἀφορμάς. ΕΡΩΤ. ΙΘʹ. Τί ἐστι, «Καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς τῇ θυγατρὶ αὐτοῦ, γυναικὶ Σολομῶντος; Ἃς εἷλε πόλεις προῖκα αὐτῇ δέδωκε, τῷ Σολομῶντι κατεγγυήσας. ΕΡΩΤ. Κʹ. Πῶς νοητέον τὸ, «Ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὑτοῦ, χρῖσαι τὸν Σολομῶντα ἀντὶ Δαβὶδ τοῦ πατρὸς αὐτοῦ; Χρίσιν τὴν χειροτονίαν ἐκάλεσεν· οὐχ ὅτι ὁ ἀλλόφυλος ἔχριε τοῦ Ἰσραὴλ τὸν βασιλέα· ἀλλ' ὡς πατρῷος φίλος, σύμψηφος ἐγένετο τῇ βασιλείᾳ. ΕΡΩΤ. ΚΑʹ. Τὸ μαχεὶρ τί σημαίνει; Μέτρον ἑρμηνεύεται· «Ἔδωκε γὰρ, φησὶν, ὁ Σολομὼν τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρων πυροῦ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βὲθ ἐλαίου κεκομμένου.» Τὸ δὲ βὲθ οἱ ἄλλοι βάτον ἡρ-