Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.689
Not analysed yet
τῶν στύλων τῷ πάχει.» Ἐποίησε δὲ καὶ λουτῆρα χαλκοῦν, ὃν διὰ τὸ μέγεθος ἐκάλεσε θάλασσαν. Εἶχε μὲν γὰρ εἶδος ἡμισφαιρίου δέκα πήχεων τὴν διάμετρον. Τρεῖς δὲ καὶ τριάκοντα πήχεις εἶχεν ὁ κύκλος· ἐπειδὴ σπιθαμῆς εἶχε μέτρον τὸ πάχος. Τῶν γὰρ δύο σπιθαμῶν, τῆς ἐντεῦθέν φημι, καὶ τῆς ἐκεῖθεν, τῇ διαμέτρῳ συμμετρουμένων, ἕνδεκα πήχεις εὑρίσκονται. Τριπλασιαζόμενοι δὲ οὗτοι ποιοῦσι τρεῖς καὶ τριάκοντα. Ταύτην ἔφερον δυοκαίδεκα μόσχοι, ἀνὰ τρεῖς πρὸς ἕκαστον ἄνεμον ἀποβλέποντες. Τοῦ δὲ λουτῆρος τὸ χεῖλος ἐπικλινὲς εἰς τὸ ἔξω ἦν, τοῦ κρίνου τὰ φύλλα μιμούμενον. Τὰς δὲ μεχωνὼθ τῶν Παραλειπομένων ἡ βίβλος λουτῆρας ὠνόμασεν. Ὁ δὲ Ἰώσηπος τὰς μεχωνὼθ βάσεις εἶπε, τοὺς δὲ χυτρογαύλους λουτῆρας ἐπικειμένους ταῖς βάσεσιν. Ἐν δὲ τούτοις ἔπλυνον τὰ ἱερεῖα, καὶ τὰ τούτων ἐντὸς, καὶ τοὺς πόδας. Τοῦτο γὰρ σαφῶς ἡ τῶν Παραλειπομένων βίβλος ἐδίδαξε· «Τοῦ πλύνειν γὰρ, φησὶν, ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων, καὶ ἐπικλύζειν ἐν αὐτοῖς. Καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.» Τὰς δὲ τῶν λουτήρων βάσεις, ἃς μεχωνὼθ προσηγόρευσε, τετραγώνους εἶπε κατεσκευάσθαι, τροχοὺς ἐχούσας ὑποκειμένους ἁρματιαίοις ἐοικότας τροχοῖς. Εἶχον δὲ αὗται ἄνω χειρῶν ἐκτυπώματα, στεφανοειδῆ φέροντα κύκλον, ᾧ ὁ λουτὴρ ἐπετίθετο. Θερμαστρεῖς δὲ κέκληκε τοὺς θερμαντῆρας, ἐν οἷς τὸ ὕδωρ θερμαίνειν εἰώθαμεν. Κατεσκεύασε δὲ καὶ δέκα λυχνίας χρυσᾶς, ἃς ἐν τῷ ναῷ τέθεικε κατὰ πρόσωπον τοῦ Δαβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων. ΕΡΩΤ. ΚΕʹ. Πῶς νοητέον τὸ, Εἰσήνεγκε Σολομὼν τὰ ἅγια Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ πάντα τὰ ἅγια Σολομῶντος;» Ἅγια κέκληκε τὰ τῷ Θεῷ ἀνατεθέντα, καὶ τὰ ἐκ τῶν πολέμων ἀκροθίνια προσενεχθέντα· οἷον ἀνεθεμάτισεν Ἰησοῦς ὁ τοῦ Ναυῆ τὸν Ἱεριχὼ, πάντα τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀνέθηκε τῷ Θεῷ. Ἅγια τοίνυν κέκληκε τὰ ἀφορισθέντα τῷ τῶν ὅλων Θεῷ. ΕΡΩΤ. Κϛʹ. Τίνα καλεῖ οἶκον δρυμοῦ τοῦ Λιβάνου; Μέγιστον ἐν τοῖς βασιλείοις ᾠκοδόμησεν οἶκον, τοῦ