Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.692
Not analysed yet
δικαστηρίου πρόδομον. Τούτου ἑκατὸν πήχεων ἦν τὸ μῆκος, πεντήκοντα δὲ τὸ εὖρος. Εἶχε δὲ στύλους κεδρίνους πέντε καὶ τριάκοντα καὶ ἑκατόν. Οἶμαι τοίνυν αὐτὸν κληθῆναι οἶκον δρυμοῦ τοῦ Λιβάνου, ἐπειδὴ πλῆθος εἶχε κιόνων κεδρίνων, μιμουμένων τοῦ Λιβάνου τὸ ἄλσος. Αἰλὰμ δὲ πάλιν τὸ προπύλαιον ὠνόμασεν· οὗ τὸ μῆκος ἰσόμετρον ἦν τῷ πλάτει τοῦ οἴκου· πεντήκοντα γὰρ πήχεων τὸ μῆκος, τριάκοντα δὲ τὸ εὖρος. Ὅτι δὲ τῷ δικαστηρίῳ συνήρμοστο οὗτος ὁ οἶκος, ἱστορία διδάσκει. «Καὶ τὸ Αἰλὰμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ. Αἰλὰμ τοῦ κριτηρίου, καὶ ὁ οἶκος αὐτῶν, ἐν ᾧ καθήσεται ἐκεῖ,» καὶ τὰ ἑξῆς. Ὅτι δὲ εἰς τάσδε τὰς οἰκοδομίας τοῖς τμητοῖς ἐχρήσατο λίθοις, τὰ ἑξῆς διδάσκει. «Ταῦτα γὰρ πάντα, φησὶν, ἐκ λίθων τιμίων κεκολαμμένων, ἐκ διαστήματος ἔσωθεν, καὶ ἐκ τῶν θεμελίων ἕως τῶν γεισῶν.» Ὅτι δὲ Δαβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ, σαφέστερον ἐκ τῆς ἱστορίας μανθάνομεν. Εἰπὼν γὰρ ὁ συγγραφεὺς, ὅτι τῆς οἰκοδομῆς τέλος λαβούσης συνήγαγε τὸν λαὸν, ὥστε τῶν ἐγκαινίων ἐπιτελέσαι τὴν ἑορτὴν, ἐπήγαγε· «Καὶ ἐκφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβείμ.» ΕΡΩΤ. ΚΖʹ. Πῶς νοητέον, «Ἃ ἐλάλησας ἐν τῷ ὀνόματί σου, καὶ ἐν ταῖς χερσί σου ἐπλήρωσας, ὡς ἡ ἡμέρα αὕτη;» Διὰ τῆς γλώσσης λόγους προφέρομεν· διὰ δὲ τῶν χειρῶν ἐργαζόμεθα. Ἀνθρωπίνως τοίνυν τοῖς λόγοις χρησάμενος εἴρηκεν, ὅτι «Οἷς εἶπας τὸ πέρας ἐπέθηκας.» Ἐπαγγειλάμενος γὰρ τῷ ἐμῷ πατρὶ, σῷ δὲ θεράποντι, καὶ βασιλέα χειροτονήσειν τὸν ἐξ αὐτοῦ, καὶ δι' αὐτὸν τὸν σὸν οἰκοδομήσειν ναὸν, ἔδειξας τῶν σῶν λόγων ἀλήθειαν. Φύσιν γὰρ ἀπερίληπτον ἔχων, καὶ μήτε τῷ ὁρωμένῳ, μήτε τῷ ὑπερτέρῳ χειρούμενος οὐρανῷ, χειροποίητον ναὸν σαυτῷ κατεσκεύασας, οὐκ ἐν τούτῳ περιγραφόμενος, ἀλλ' ἐν τούτῳ τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν. Τοῦτο γὰρ ἔφη, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός· ὥστε καὶ ἕνα καθ' ἑαυτὸν προσευχόμενον, καὶ κοινῆ