Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.696
Not analysed yet
ῴων, καὶ τῶν ταμείων αὐτοῦ τῶν ἐσωτέρων, καὶ τοῦ ἱλαστηρίου· καὶ τὸ παράδειγμα πάντων, ὧν ἦν ἐν πνεύματι μετ' αὐτοῦ, καὶ τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων παστοφορίων τῶν κύκλῳ, τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν Ἁγίων· καὶ τὰς διαιρέσεις τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευϊτῶν, εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν λατρείας οἴκου Κυρίου· ἧς τὸ χρυσίον καὶ τὸ σταθμὸν τῆς ὁλκῆς αὐτοῦ, πᾶσι τοῖς σκεύεσι.» Καὶ ἐφεξῆς καταλέγει καὶ τὰς λυχνίας, καὶ τὰς τραπέζας, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας· καὶ ὅτι ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ σχήματος τῶν Χερουβὶμ τῶν διαπετομένων ἐν ταῖς πτέρυξι, καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου. Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε Δαβὶδ τῷ Σολομῶντι. Δῆλον τοίνυν, ὅτι καθάπερ τῷ μεγάλῳ Μωσῇ ἔδειξεν ὁ Θεὸς τῆς σκηνῇς τὸ παράδειγμα, καὶ ἔφη πρὸς αὐτὸν, ὅτι «Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·» οὕτως τὸν μακάριον Δαβὶδ ἐδίδαξεν ἡ χάρις τοῦ Πνεύματος τῆς οἰκοδομίας τὸ εἶδος· αὐτὸς δὲ τοῦτο ὑπέδειξε τῷ παιδί. Ἐπισημήνασθαι δὲ χρὴ, ὅτι Κύριον τὸ πανάγιον ὠνόμασε Πνεῦμα. Εἰρηκὼς γὰρ ὁ συγγραφεὺς, ὅτι «Ἔδωκεν αὐτῷ τὸ παράδειγμα πάντων ὧν ἦν ἐν πνεύματι μετ' αὐτοῦ,» ἐπήγαγε μετ' ὀλίγα, «Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε Δαβὶδ τῷ Σολομῶντι.» Ὡς δὲ ἡ τῶν Παραλειπομένων πάλιν ἐδίδαξε βίβλος, καὶ μαρμάροις ὁ ναὸς ἐπεποίκιλτο. «Λίθους γὰρ ὄνυχος, καὶ πληρώσεως, καὶ λίθους πολυτελεῖς, καὶ πάντα λίθον τίμιον, καὶ λίθους Παρίους εἰς πλῆθος.» ΕΡΩΤ. ΚΘʹ. Τί ἐστιν, «Ἰδοὺ αὕτη γέγραπται ἐπὶ βιβλίου τῆς ᾠδῆς;» Πολλάκις ἔφην, ὅτι πολλὰ ἦν βιβλία προφητικά· καὶ τοῦτο, σὺν Θεῷ φάναι, δηλώσομεν ἀκριβέστερον ἑρμηνεύσοντες τῶν Παραλειπομένων τὴν βίβλον. ΕΡΩΤ. Λʹ. Πῶς νοητέον, «Εὐφραινόμενος καὶ αἰνῶν ἐνώπιον τοῦ Θεοῦ ἑπτὰ ἡμέρας, καὶ τεσσαρεσκαίδεκα ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαόν; Ἐν τῇ τῆς Σκηνοπηγίας ἑορτῇ συνεκάλεσε τὸν λαόν. Ἐπανηγύρησαν οὖν τεσσαρεσκαίδεκα ἡμέρας· ἑπτὰ μὲν τῶν ἐγκαινίων· ἑπτὰ δὲ τῆς σκηνοπηγίας. Ὀγδόην τοίνυν καλεῖ, τὴν μετὰ τὰς ἑπτὰ τὰς τελευταίας ἡμέραν. Μετὰ δὲ τὸ τέλος τῆς ἑορτῆς,