Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.693
Not analysed yet
τὸν λαόν σου δεόμενον, τῶν αἰτήσεων ἀπολαύειν, καὶ μὴ τοὺς ἰθαγενεῖς μόνον, ἀλλὰ καὶ τοὺς ἄλλοθεν ἀφικνουμένους, καὶ τῆς σῆς ἀγαθότητος δεομένους, ταῖς σαῖς ἐπικλύζεσθαι δωρεαῖς. Ἱκετεύω δὲ καὶ τοὺς ἁμαρτάνοντας μὲν, μεταμελείᾳ δὲ κεχρημένους, καὶ προσευχομένους ἐπιμελῶς, φειδοῦς ἀξιοῦσθαι, καὶ τοῦ σοῦ ἐλέους τοὺς κρουνοὺς αὐτοῖς χορηγεῖσθαι. Εἰ δὲ καὶ ἡττηθεὶς ἐν πολέμῳ, διὰ τὰς τολμηθείσας παρανομίας δορυάλωτος ὁ λαός σου γένοιτο, εἶτα δουλεύων εἰς αἴσθησιν ἔλθοι τῶν ἐπταισμένων, καὶ οἴκτου τυχεῖν ἱκετεύσοι εἰς τοῦτον τὸν ναὸν ἀποβλέπων, ἐπίβλεψον οὐρανόθεν ἐξ ἐκείνου τοῦ ἀκηράτου ναοῦ σου, καὶ τὴν προγονικὴν αὐτοῖς ἐλευθερίαν προσευξαμένοις ἀπόδος. Ταῦτα καὶ περὶ πολέμων, καὶ περὶ τῶν ἄλλων θεηλάτων πληγῶν τὸν φιλάνθρωπον Δεσπότην ἱκέτευσεν· ὥστε τοὺς μὲν ἐν τῇ πατρίδι διάγοντας, καὶ εἰς τὸν θεῖον ναὸν συνθέοντας, καὶ θερμῶς ἱκετεύοντας, συγγνώμης τυχεῖν. Τοὺς δὲ πόῤῥω ὄντας, καὶ εἰς τὴν πρὸς τοῦτον φέρουσαν τρεπομένους ὁδὸν, καὶ τὸν Θεὸν ἀντιβολοῦντας, καὶ τῶν δυσχερῶν ἀπαλλάττεσθαι, καὶ τῶν καταθυμίων τυγχάνειν. ΕΡΩΤ. ΚΗʹ. Πῶς νοητέον τὸ, «Ἥλιον ἔστησεν ἐν οὐρανῷ Κύριος, καὶ εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ;» Μελῳδῶν ὁ μακάριος ἔφη Δαβὶδ, «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ.» Καὶ ἀλλαχοῦ, «Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ.» Σκότος δὲ καὶ γνόφος τῆς θείας αἰνίττεται οὐσίας τὸ ἀόρατον. Ἔφη τοίνυν ὁ Σολομὼν, ὅτι τὸν ἥλιον ἐν οὐρανῷ τεθεικὼς, ὥστε τοὺς ἀνθρώπους ἀπολαύειν τοῦ φωτὸς, αὐτὸς εἶπε «τοῦ κατοικεῖν ἐν γνόφῳ.» Οἶμαι δὲ ἐνταῦθα τὸν ναὸν αἰνίττεσθαι. Φωταγωγοὺς γὰρ εἶχε ἄγαν σμικροτάτους, ἐπειδὴ καὶ ἑτέρους οἰκίσκους εἶχε δεδομημένους. Τοῦτο γὰρ ἐπήγαγεν· «Οἰκοδόμησον οἶκόν μοι, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ κενότητος» Οὐδὲ γὰρ αὐτὸς ἐδεῖτο τῆς τοιαύτης οἰκοδομίας, ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων χρείαν οἰκοδομηθῆναι προσέταξεν. Ἰστέον μέντοι, ὡς τῆς οἰκοδομίας τὸ σκάριφον, καὶ τὰ μέτρα, καὶ τὸν χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν τῶν ἱερῶν ἀριθμὸν, ὁ θεῖος Δαβὶδ ἐδεδώκει τῷ Σολομῶντι. Λέγει γὰρ ταῦτα καὶ τῶν Παραλειπομένων ἡ βίβλος· «Καὶ ἔδωκε Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὑτοῦ τὸ παράδειγμα τοῦ ναοῦ, καὶ τῶν οἴκων αὐτοῦ. καὶ τῶν ὑπερ-