Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.705
Not analysed yet
ΕΡΩΤ. Μʹ. Πῶς νοητέον, «Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι παρὰ Κυρίου ἦν ἡ μεταστροφή·» καὶ τὰ ἑξῆς; Ὡς τὸ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ.» Ὅταν γὰρ, φησὶν, ὁ Θεός τινα καταλείπῃ, ὡς ἀκυβέρνητον φέρεται σκάφος· ἀλλ' ὅμως τοῖς ἀνοήτοις ἐκείνοις χρησάμενος λόγοις, πληρωθῆναι παρεσκεύασε τοῦ Θεοῦ τὴν ἀπόφασιν. Τούτων δὲ οὕτω ῥηθέντων, ἀφίστανται μὲν αἱ δέκα φυλαὶ, καὶ χειροτονοῦσι τὸν Ἱεροβοὰμ βασιλέα· μόνων δὲ τῶν δύο φυλῶν ὁ Ῥοβοὰμ ἐβασίλευσε, καὶ τῶν λοιπῶν ὅσοι τούτοις συνῴκουν, ἐκ τῶν ἄλλων ὄντες φυλῶν. Εἶτα βουληθέντα στρατεῦσαι κατὰ τῶν δέκα φυλῶν, διὰ Σαμαίου τοῦ προφήτου κεκώλυκεν· «Ἀναστρεφέτω γὰρ, ἔφη, ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι ἐξ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο.» Δηλοῖ δὲ ὁ ἱστοριογράφος καὶ τῆς μητρὸς τοῦ Ῥοβοὰμ τὸ γένος, εἰς ἔλεγχον τῆς τοῦ γεγεννηκότος παρανομίας· «Ὄνομα γὰρ, φησὶ, τῇ μητρὶ αὐτοῦ Ναανὰ, θυγάτηρ Ἀνὰν, υἱοῦ Ναὰς βασιλέως υἱῶν Ἀμμών.» Ἱκανὸν δὲ τοῦτο καὶ τὴν Ἰουδαίων βδελυρίαν ἐντρέψαι, οἳ ἐπὶ τῇ εὐγενείᾳ βρενθύονται, καὶ τοὺς ἐξ ἐθνῶν τῷ Σωτῆρι πεπιστευκότας ἀλλογενεῖς ὀνομάζουσιν. Εὑρίσκεται γὰρ αὐτῶν καὶ τὸ βασιλικὸν γένος ἀλλόφυλον· ὁ δὲ Ῥοβοὰμ τὴν τοῦ πατρὸς παρανομίαν ἐζήλωσεν. ΕΡΩΤ. ΜΑʹ. Τί δήποτε καὶ δὶς τὰ αὐτὰ ὁ ἱστοριογράφος λέγει, καὶ πολλάκις τὰ ὕστερα πρότερα; καὶ γὰρ ἐνταῦθα τὴν κατὰ τοῦ παιδὸς Ἱεροβοὰμ ἀπόφασιν προτέραν τῆς βασιλείας τέθεικεν; Δὶς μὲν τὰ αὐτὰ καὶ πολλάκις ἀναγκάζεται λέγειν· ἐπειδὴ περὶ δύο βασιλειῶν διῃρημένων συγγράφει· καὶ ἔστιν ὅτε πολλὰ περὶ θατέρας τιθεὶς διηγήματα, εἶτα εἰς τὴν ἑτέραν διαβαίνων, ἀναγκάζεται ἀναλαβεῖν τὰ ἤδη προειρημένα, ὥστε τὴν ἀκολουθίαν φυλάξαι. Ἡ δὲ τοῦ παιδὸς ἀῤῥωστία, καὶ ἡ κατ' αὐτοῦ γεγενημένη ἀπόφασις, δηλονότι μετὰ τὴν ἀσέβειαν γέγονε. Προειπὼν γὰρ τοῦ παιδίου τὴν τελευτὴν ὁ προφήτης, καὶ τὴν κατὰ παντὸς τοῦ γένους ἐξενήνοχε ψῆφον. Ὁ μὲν γὰρ Ἱεροβοὰμ τὴν γυναῖκα μετὰ τῶν ξενίων πρὸς τὸν προφήτην ἀπέστειλεν. Ἀμβλυώττων δὲ ὁ πρεσβύτης ἔνδον καθήμενος ἤσθετο πόῤῥωθεν ἀφικνουμένης ἐκείνης, καὶ τὸν